Honorific decree for Sotas and covering letter of Attalos II.  Limestone pedimental stele.
[ ] Pisidia — Olbasa (Belenli) — 159 BC — AS 44 (1994) 47-57
See also:
1 ἔδοξεν τῆι βουλ̣ῆι καὶ τῶι δή%⁸¹μωι, στρατηγῶν γνώ-
μῃ Ἑρμογένου Θεαρίδου, Μολητος Μενάνδρου, Ἀρτιμου Α-
ραπιου, Εὐμέν̣ου Μενάνδρου γραμματέως
δήμου· ἐπεὶ Σωτ<ᾶ>ς Πατρόκλου πρότερόν τε γει-
5 τνιῶν τῆι πόλει ἐγένετο τοῖς πολίταις εὔχρηστος
ἐν τοῖς περιστᾶσι καιροῖς κατὰ τὸν Πισιδικὸν πό-
λεμον, ἀποδεχόμενος ἀεὶ τοὺς καταφεύγον-
τας τῶν ἀνασῳζομένων πολιτῶν ἐκ τῶν
πολεμίων, ποι%⁸¹ούμενος καὶ μετα-
10 δόσεις τοῖς ἐκπεπτωκόσιν τοῖς τε τοῦ βασι-
λέως πράγμασιν εὔνους γενόμενος,
φανερὰν ἐποίησεν ἣν εἶχε [αἵρεσιν?]
[— — — {²break in stone}² — — —]
13 [— — — — c.22 — — — —]․ΟΝΚΑΛ̣[— c.5 —]ΝΩΝΤ̣
[— — c.12 — — τὸ] ἐ̣σ̣όμενον ἀνήλωμα εἰς ταῦτα
15 [διατάξ]α̣σθαι τὸν ταμίαν ἀπὸ τῶν δημοσίων
[προσό]δων, τῆς δὲ ἀναστάσεως αὐτῆς ποιή-
[σα]σ̣[θ]αι τ<ὴ>ν ἐπιμέλειαν τοὺς τῆς πόλεως στρα-
[τ]ηγούς, ἑλέσθαι δὲ καὶ πρεσβευτὰς πρὸς τὸν βα-
σιλέα οἵτινες ἀφικόμενοι πρὸς αὐτὸν τό τε
20 ψήφισμα ἀποδώσουσιν καὶ παρακαλέσου-
[σι]ν τὰ ἐψηφισμένα κυρῶσαι· vacat
vacat καὶ ᾑρέθησ<αν> Μῆνις, Πισδης· vacat
[β]α̣σιλεὺς Ἄτταλος Ὀλβασέων τῆι βουλῆι καὶ τῶι
δ̣ήμωι χαίρειν· Μῆνις κ%⁸¹αὶ Πισδης οὓς ἀπεστάλκει-
25 τε πρεσβευτὰς ἀνέδωκάμ μοι δύο ψηφίσματα
[ἐ]ν οἷς ἐγεγράφειτε βουλόμενοι τιμῆσαι Ἀρίσταρχόν τε
τὸν στρατηγὸν καὶ Σωτᾶν τὸν ἐπὶ τῆς πόλεως
ὑμῶν καὶ ἠξιοῦτε συγχωρῆσαι ὑμῖν· ἐπεὶ οὖν καὶ αὐτ̣[οὶ]
κρίνομεν εἶναι αὐτοὺς ἀξίου̣ς σ̣υ̣ντε̣λ̣εῖτε τὰ δε-
30 δογμένα καθ’ ἃ προλέ̣[γετέ μοι]· vacat ἔρρωσθε·
                                                                              αʹ,
                                                                              κʹ Δίου.
                                  vacat
Search Help
Contact Us