Honorific decree for Sotas and covering letter of Attalos II. Limestone pedimental stele.
| 1 | ἔδοξεν τῆι βουλ̣ῆι καὶ τῶι δή%⁸¹μωι, στρατηγῶν γνώ- |
| μῃ Ἑρμογένου Θεαρίδου, Μολητος Μενάνδρου, Ἀρτιμου Α- | |
| ραπιου, Εὐμέν̣ου Μενάνδρου γραμματέως | |
| δήμου· ἐπεὶ Σωτ<ᾶ>ς Πατρόκλου πρότερόν τε γει- | |
| 5 | τνιῶν τῆι πόλει ἐγένετο τοῖς πολίταις εὔχρηστος |
| ἐν τοῖς περιστᾶσι καιροῖς κατὰ τὸν Πισιδικὸν πό- | |
| λεμον, ἀποδεχόμενος ἀεὶ τοὺς καταφεύγον- | |
| τας τῶν ἀνασῳζομένων πολιτῶν ἐκ τῶν | |
| πολεμίων, ποι%⁸¹ούμενος καὶ μετα- | |
| 10 | δόσεις τοῖς ἐκπεπτωκόσιν τοῖς τε τοῦ βασι- |
| λέως πράγμασιν εὔνους γενόμενος, | |
| φανερὰν ἐποίησεν ἣν εἶχε [αἵρεσιν?] | |
| [— — — {²break in stone}² — — —] | |
| 13 | [— — — — c.22 — — — —]․ΟΝΚΑΛ̣[— c.5 —]ΝΩΝΤ̣ |
| [— — c.12 — — τὸ] ἐ̣σ̣όμενον ἀνήλωμα εἰς ταῦτα | |
| 15 | [διατάξ]α̣σθαι τὸν ταμίαν ἀπὸ τῶν δημοσίων |
| [προσό]δων, τῆς δὲ ἀναστάσεως αὐτῆς ποιή- | |
| [σα]σ̣[θ]αι τ<ὴ>ν ἐπιμέλειαν τοὺς τῆς πόλεως στρα- | |
| [τ]ηγούς, ἑλέσθαι δὲ καὶ πρεσβευτὰς πρὸς τὸν βα- | |
| σιλέα οἵτινες ἀφικόμενοι πρὸς αὐτὸν τό τε | |
| 20 | ψήφισμα ἀποδώσουσιν καὶ παρακαλέσου- |
| [σι]ν τὰ ἐψηφισμένα κυρῶσαι· vacat | |
| vacat καὶ ᾑρέθησ<αν> Μῆνις, Πισδης· vacat | |
| [β]α̣σιλεὺς Ἄτταλος Ὀλβασέων τῆι βουλῆι καὶ τῶι | |
| δ̣ήμωι χαίρειν· Μῆνις κ%⁸¹αὶ Πισδης οὓς ἀπεστάλκει- | |
| 25 | τε πρεσβευτὰς ἀνέδωκάμ μοι δύο ψηφίσματα |
| [ἐ]ν οἷς ἐγεγράφειτε βουλόμενοι τιμῆσαι Ἀρίσταρχόν τε | |
| τὸν στρατηγὸν καὶ Σωτᾶν τὸν ἐπὶ τῆς πόλεως | |
| ὑμῶν καὶ ἠξιοῦτε συγχωρῆσαι ὑμῖν· ἐπεὶ οὖν καὶ αὐτ̣[οὶ] | |
| κρίνομεν εἶναι αὐτοὺς ἀξίου̣ς σ̣υ̣ντε̣λ̣εῖτε τὰ δε- | |
| 30 | δογμένα καθ’ ἃ προλέ̣[γετέ μοι]· vacat ἔρρωσθε· |
| αʹ, | |
| κʹ Δίου. | |
| vacat |