Alphabetical oracle. Block of gray limestone, molded at top and bottom.
[ ]
Pisidia — Kocaaliler-Melli — Asar — 2nd c. AD
1 | [ἅπ]α̣ν̣τ̣α πρά̣[ξεις] ε̣ὐστοχῶς· θεὸς λέγει̣ |
βραχὺ περιμεῖν̣[ο]ν̣· καιρὸς οὔκ ἐστ’ εὔθ̣ετος | |
γῆ σοι τέλειον̣ καρπὸν ἀποδώσει πόν̣[ων] | |
δεινῶν ἀπόσ[χ]ου π̣ραγμάτων, [μ]ή̣ τ̣ι̣ κα̣ὶ̣ β̣[λαβῇς] | |
5 | ἐρᾷς δικαίων ἐκ γ[ά]μων ἰδεῖν σποράν̣ |
ζάλην μεγίστ̣ην φεῦγε, μή τι̣ καὶ βλάβ̣ῃς | |
ἥ̣λιος ὁρᾷ σε, [λ]α̣μπρὸς ὃς τὰ πάντα ὁρᾷ | |
θεοὺς ἀρωγοὺς καὶ παραστάτας ἔχεις | |
ἱδρῶτές εἰσιν· πλὴν ἁπάντων περιέσῃ | |
10 | κύ̣μασιν μάχεσθαι χαλεπόν· ἀνάμεινον β̣ρα[χύ] |
λ̣ύ̣πης πέπα̣υσο· προσδέχου λοιπὸν χ̣α̣ρ̣άν̣ | |
[μ]άτην ἐπείγῃ· μ̣ὴ̣ τάχυνε, οὐ συμ̣φέρει | |
νῦν εἰς ἄγρ̣αν ὁ̣ καιρὸς ἁρμόζων· ἕπου | |
ξανθῆ<ς> σε Δηοῦς καρπὸς ὥ[ρ]ι̣μ̣ο̣ς̣ μέ̣ν̣ει̣ | |
15 | οὐκ ἔστι μ̣ὴ̣ σπείρ[α]ν̣τα [θ]ερ̣ίσ̣α̣ι κ̣ά̣ρ̣πι̣μ̣α̣ |
πολλοὺς ἀγῶνας διαν̣ύ̣σ̣ας λ̣ή̣[μψῃ] σ̣τ̣έ̣[φος] | |
ῥᾷον διάξεις ἔτι β̣ρ̣αχὺν [μείνα]ς̣ χ̣ρόνο̣ν̣ | |
σαφῶς ὁ Φοῖβος ἔ̣ν̣ν̣ε̣π̣[ε· με]ῖ̣νον [ξένε] | |
τῶ̣ν νῦν παρουσ̣ῶ̣[ν συ]μ̣[φόρω]ν̣ [ἕξεις λύσιν] | |
20 | [— — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — —] |