Alphabetical oracle.  Block of gray limestone, molded at top and bottom.
[ ] Pisidia — Kocaaliler-Melli — Asar — 2nd c. AD
1 [ἅπ]α̣ν̣τ̣α πρά̣[ξεις] ε̣ὐστοχῶς· θεὸς λέγει̣
βραχὺ περιμεῖν̣[ο]ν̣· καιρὸς οὔκ ἐστ’ εὔθ̣ετος
γῆ σοι τέλειον̣ καρπὸν ἀποδώσει πόν̣[ων]
δεινῶν ἀπόσ[χ]ου π̣ραγμάτων, [μ]ή̣ τ̣ι̣ κα̣ὶ̣ β̣[λαβῇς]
5 ἐρᾷς δικαίων ἐκ γ[ά]μων ἰδεῖν σποράν̣
ζάλην μεγίστ̣ην φεῦγε, μή τι̣ καὶ βλάβ̣ῃς
ἥ̣λιος ὁρᾷ σε, [λ]α̣μπρὸς ὃς τὰ πάντα ὁρᾷ
θεοὺς ἀρωγοὺς καὶ παραστάτας ἔχεις
ἱδρῶτές εἰσιν· πλὴν ἁπάντων περιέσῃ
10 κύ̣μασιν μάχεσθαι χαλεπόν· ἀνάμεινον β̣ρα[χύ]
λ̣ύ̣πης πέπα̣υσο· προσδέχου λοιπὸν χ̣α̣ρ̣άν̣
[μ]άτην ἐπείγῃ· μ̣ὴ̣ τάχυνε, οὐ συμ̣φέρει
νῦν εἰς ἄγρ̣αν ὁ̣ καιρὸς ἁρμόζων· ἕπου
ξανθῆ<ς> σε Δηοῦς καρπὸς ὥ[ρ]ι̣μ̣ο̣ς̣ μέ̣ν̣ει̣
15 οὐκ ἔστι μ̣ὴ̣ σπείρ[α]ν̣τα [θ]ερ̣ίσ̣α̣ι κ̣ά̣ρ̣πι̣μ̣α̣
πολλοὺς ἀγῶνας διαν̣ύ̣σ̣ας λ̣ή̣[μψῃ] σ̣τ̣έ̣[φος]
ῥᾷον διάξεις ἔτι β̣ρ̣αχὺν [μείνα]ς̣ χ̣ρόνο̣ν̣
σαφῶς ὁ Φοῖβος ἔ̣ν̣ν̣ε̣π̣[ε· με]ῖ̣νον [ξένε]
τῶ̣ν νῦν παρουσ̣ῶ̣[ν συ]μ̣[φόρω]ν̣ [ἕξεις λύσιν]
20 [— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us