Foundation of Diotimos, son of Samos. Base with upper moldings.
[ ]
Pisidia — Ariassos (Bademağacı, S. of) — ca. 238 AD — BCH 16 (1892) 427, 58 — IGR III 422 — SEG 13.546
1 | ἀρχιερεὺς τῶν Σεβαστῶν Διότειμος |
Σάμου ἄρχουσι τῆς κρατίστης Ἀριασσέ- | |
ων πόλεως, τῆς γλυκυτάτης πατρίδος | |
μου, καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. | |
5 | καὶ πρότερον μὲν τὴν προαίρεσιν τὴν ἐμὴν |
ἣν ἔχω πρὸς τὴν πατρίδα φανερὰν ἐποίησα | |
ἐξ ὧν ἐπὶ τῆς βουλῆς εἶπον, καὶ νῦν δέ, | |
ὑπὲρ τοῦ μὴ ἀμάρτυρόν τι ἢ ἄγραφον ε[ἶναί] | |
μου τὴν ὑπόσχεσιν, διὰ τῆς ἐπιστολῆς ταύτ[ης] | |
10 | δηλῶ, ὅπως ἥ τε πᾶσα μου δωρεὰ καὶ ἡ αἵρεσις ἐφ’ [ᾗ] |
δίδωμι, ἣν φυλαχθῆναι διὰ πάντος ἀξιῶ, φανερὰ τυγχ[άνῃ]. | |
δίδημι δὲ καὶ χ<α>ρίζομαι τῇ γλυκυτάτῃ πατρίδι μου | |
κτῆσιν μου [ἐ]νοῦσαν τόπῳ Παυναλλοις ἐν ὑπερ[ορί]- | |
οις, ἔν τε ἀμπελικοῖς καὶ σειτοσπόροις, πεδε[ι]- | |
15 | νοῖς τε καὶ ὀρεινοῖς, καὶ τοῖς ἐποικίοις, πᾶ- |
σαν ὥς ἐστιν, μηδενὸς ὑφ[ῃ]ρημένου. τῆς κτή- | |
σεως, ὡς καὶ τότε ἐπὶ τῆς βουλῆς εἶπον, τὴν χρ[είαν] | |
καὶ τὴν καρπείαν ἕξω ἐγὼ παρὰ τὸν τῆς ζωῆς χρό- | |
νον· ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἀπροσοδίαστον | |
20 | τὴν δωρεάν μου τῇ πόλει καὶ παρὰ τὸν τῆς ζωῆς |
μου χρόνον τυνχάνειν, τελέσω, οὐχ ὡς πρ[ότε]- | |
ρον ἐπὶ τῆς βουλῆς ἶπον, ἀπὸ τοῦ τρίτου τῆς | |
ἀρχιερωσύνης ἔτους, ἀλλὰ ἀπὸ τοῦ ἔ[τους τού]- | |
[τ]ου καὶ αὐτοῦ, 〚[?δηνάρια — — — ἅτινα]〛 | |
25 | χωρήσει εἰς ἐλεοθέσιον χρόνου οὗ ἐξαρκές |
[— — — — — — — — — — — — — — — —] |