Foundation of Diotimos, son of Samos. Base with upper moldings.
[ ]
Pisidia — Ariassos (Bademağacı, S. of) — ca. 238 AD — BCH 16 (1892) 427, 58 — IGR III 422 — SEG 13.546
| 1 | ἀρχιερεὺς τῶν Σεβαστῶν Διότειμος |
| Σάμου ἄρχουσι τῆς κρατίστης Ἀριασσέ- | |
| ων πόλεως, τῆς γλυκυτάτης πατρίδος | |
| μου, καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. | |
| 5 | καὶ πρότερον μὲν τὴν προαίρεσιν τὴν ἐμὴν |
| ἣν ἔχω πρὸς τὴν πατρίδα φανερὰν ἐποίησα | |
| ἐξ ὧν ἐπὶ τῆς βουλῆς εἶπον, καὶ νῦν δέ, | |
| ὑπὲρ τοῦ μὴ ἀμάρτυρόν τι ἢ ἄγραφον ε[ἶναί] | |
| μου τὴν ὑπόσχεσιν, διὰ τῆς ἐπιστολῆς ταύτ[ης] | |
| 10 | δηλῶ, ὅπως ἥ τε πᾶσα μου δωρεὰ καὶ ἡ αἵρεσις ἐφ’ [ᾗ] |
| δίδωμι, ἣν φυλαχθῆναι διὰ πάντος ἀξιῶ, φανερὰ τυγχ[άνῃ]. | |
| δίδημι δὲ καὶ χ<α>ρίζομαι τῇ γλυκυτάτῃ πατρίδι μου | |
| κτῆσιν μου [ἐ]νοῦσαν τόπῳ Παυναλλοις ἐν ὑπερ[ορί]- | |
| οις, ἔν τε ἀμπελικοῖς καὶ σειτοσπόροις, πεδε[ι]- | |
| 15 | νοῖς τε καὶ ὀρεινοῖς, καὶ τοῖς ἐποικίοις, πᾶ- |
| σαν ὥς ἐστιν, μηδενὸς ὑφ[ῃ]ρημένου. τῆς κτή- | |
| σεως, ὡς καὶ τότε ἐπὶ τῆς βουλῆς εἶπον, τὴν χρ[είαν] | |
| καὶ τὴν καρπείαν ἕξω ἐγὼ παρὰ τὸν τῆς ζωῆς χρό- | |
| νον· ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἀπροσοδίαστον | |
| 20 | τὴν δωρεάν μου τῇ πόλει καὶ παρὰ τὸν τῆς ζωῆς |
| μου χρόνον τυνχάνειν, τελέσω, οὐχ ὡς πρ[ότε]- | |
| ρον ἐπὶ τῆς βουλῆς ἶπον, ἀπὸ τοῦ τρίτου τῆς | |
| ἀρχιερωσύνης ἔτους, ἀλλὰ ἀπὸ τοῦ ἔ[τους τού]- | |
| [τ]ου καὶ αὐτοῦ, 〚[?δηνάρια — — — ἅτινα]〛 | |
| 25 | χωρήσει εἰς ἐλεοθέσιον χρόνου οὗ ἐξαρκές |
| [— — — — — — — — — — — — — — — —] |