Funerary epigram. Base of white marble, damaged at the top.
[ ]
Aeg. Islands — Ikaria — Oine (Kampos): Dafni — 2nd c. BC — Epigraphes Ikarias (2003) 42, 15 — SEG 53.895
1 | [– ⏑ ⏑ – ⏑ ⏑ – ⏑ ⏑ –]ς Ἀφροδισίου ὧδε |
ἵδρυσαν μνήμη[ς εἵ]νεκα καὶ χάριτος | |
μήτηρ ἠδὲ πατὴρ καὶ Λαμπραγόρης ὁ σύναιμος, | |
τιμὴν ἀθανάτοις τῆιδε 〚Ο〛 τιθέντες ἴσην· | |
5 | καὶ βωμῶι τέλεσαν καὶ θύματι καὶ λιβ̣ανωτῶι |
καὶ σέλας Ἡφαίστου βωμὸν ἔθηκαν ἔπι, | |
ἀντ’ εὐεργεσίης καὶ τιμῆς, τῆς ἐς ἑαυτοὺς | |
εἶχεν, ὅτ’ ἠελίου λαμπρὸν ἔλευσσε φάος. |