Funerary epigram.  Base of white marble, damaged at the top.
[ ] Aeg. Islands — Ikaria — Oine (Kampos): Dafni — 2nd c. BC — Epigraphes Ikarias (2003) 42, 15 — SEG 53.895
1 [– ⏑ ⏑ – ⏑ ⏑ – ⏑ ⏑ –]ς Ἀφροδισίου ὧδε
ἵδρυσαν μνήμη[ς εἵ]νεκα καὶ χάριτος
    μήτηρ ἠδὲ πατὴρ καὶ Λαμπραγόρης ὁ σύναιμος,
    τιμὴν ἀθανάτοις τῆιδε 〚Ο〛 τιθέντες ἴσην·
5     καὶ βωμῶι τέλεσαν καὶ θύματι καὶ λιβ̣ανωτῶι
    καὶ σέλας Ἡφαίστου βωμὸν ἔθηκαν ἔπι,
    ἀντ’ εὐεργεσίης καὶ τιμῆς, τῆς ἐς ἑαυτοὺς
    εἶχεν, ὅτ’ ἠελίου λαμπρὸν ἔλευσσε φάος.
Search Help
Contact Us