Funerary epigram for Tyrinna.  Stone. Now lost.
[ ] Aeg. Islands — Samos Isl. — Prov. unkn. — 1st c. BC/1st c. AD? — CIG 2.2258 — G. Kaibel, EG (1878) 224 — GVI I (1955) 1121
See also:
1 ἡ γενεῆι δόξηι τε καὶ ἐν Μούσῃσι Τύριννα
ἔξοχος, ἡ πάσης ἄκρα φέρουσ’ ἀρετῆς,
ἐννεάδας τρισσὰς ἐτέων ζήσασα τοκεῦσιν
δυστήνοις ἔλιπον δάκρυα καὶ στοναχάς·
5 πᾶς γὰρ ἐμοῦ φθιμένης χῆρος δόμος, οὔτε γὰρ αὐτὴ
λείπομαι, οὔτ’ ἔλιπον βλαστὸν ἀποιχομένη·
ἀντὶ δὲ πατρῴου καὶ ὑψορόφοιο μελάθρου
λειτὴ τοὐμὸν ἔχει σῶμα λαχοῦσα πέτρη·
εἰ δ’ ἦν εὐσεβέων ὅσιος λόγος, οὔποτ’ ἂν οἶκος
10 οὑμὸς ἐμοῦ φθιμένης ταῖσδ’ ἐνέκυρσε τύχαις.
Search Help
Contact Us