Grain law and list of contributors. Square pillar of white marble, inscribed on three faces.
[ ]
Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion) — ca. 250 BC? — SbBerlin (1904.1) 917-931 — Syll.³ 976 — cf. SEG 48.1149; 49.1145; 51.1083
See also:
A, left face | {²initium in lapide superposito deest}² |
[․]ν τῶ[ν εὐπ]ορωτάτων· τὴν δὲ ἀπόδειξιν ποιείσθω[σαν] | |
τοῦ μηνὸς τοῦ Κρονιῶνος ἐν τῆι δευτέραι τῶν ἐκ[κλησι]- | |
ῶν· συναγέτωσαν δὲ τὴν ἐκκλησίαν οἱ πρυτάνει[ς ἐν τῶι] | |
θεάτρωι καὶ κελευέτωσαν τοὺς ἐκ̣κλησιάζοντα̣[ς κα]- | |
5 | τὰ χιλιαστὺν καθίζειν, σημεῖα ποιήσαντες καὶ τ[όπον] |
διορίσαντες ἑκάστηι τῶν χιλιαστύων. ὃς δ’ ἂν ἀπει- | |
θῆι καὶ μὴ καθίζηι ἐν τῆι ἑαυτοῦ χιλιαστύι, ζημιούτω- | |
σαν στατῆρι πατρίωι· ἐὰν δὲ ἀδίκως ἐζημιῶσθαι φῆι, | |
παραγραψάσθω, καὶ ἡ κρίσις γινέσθω ἐν τῶι πολιτικῶι δι- | |
10 | καστηρίωι ἐν ἡμέραις εἴκοσι. γινέσθω δὲ καὶ ἡ προβολὴι |
καὶ ἡ χειροτονία ὑπ’ αὐτῶν τῶν χιλιαστήρων· ἐν ταύτηι | |
δὲ τῆι ἐκκλησίαι δοκιμαζέτωσαν αἱ χιλιαστύες καὶ τὰ | |
ὑποθήματα καὶ τοὺς ἐγγύους· ἃ δ’ ἂν δοκιμάσωσιν ὑ- | |
ποθέματα καὶ οὓς ἂν δοκιμάσωσιν ἐγγύους καταγρα- | |
15 | φέτωσαν οἱ πρυτάνεις εἰς τὰ δημόσια γράμματα· ὁ- |
μοίως δὲ καὶ τοὺς ἀποδειχθέντας μελεδωνοὺς κατα- | |
χωριζέτωσαν εἰς τὰ δημόσια γράμματα. ὅταν δὲ [ἡ] | |
χειροτονία μέλλῃ γίνεσθαι, ὁ τῆς πόλεως κῆρυξ ἐπευ̣- | |
ξάσθω τοῖς χειροτονήσασιν οὓς νομίζουσιν βέλτιστα̣ | |
20 | προστήσεσθαι τῶν χρημάτων ἄμεινον εἶναι. οἱ δὲ ἀπο- |
δειχθέντες εἰσπρασσέτωσαν τὸν τόκον παρὰ τῶν δε- | |
δανεισμένων καὶ διαγραφέτωσαν τοῖς ἐπὶ τοῦ σίτου κε- | |
χειροτονημένοις ἀνδράσιν. ἐκεῖνοι δὲ ἀγοραζέτωσαν | |
σῖτον τὸν ἀπὸ τῆς εἰκοστῆς ἀπομετρούμε〚— c.5 —〛νον | |
25 | τῆς ἐξ Ἀναίων, διδόντες τῆι θεῶι τιμὴν μὴ ἐλάσσονα |
ἧς πρότερον ὁ δῆμος τέταχεν <δραχμὰς> πέντε καὶ δύ’ ὀβο- | |
λούς· τὸ δὲ ὑπεραῖρον ἀργύριον, ἐὰμ μὲν μὴ δόξηι τῶι δή- | |
μωι σιτωνεῖν, τηρείτωσαν αὐτοὶ μέχρι ὅτου ἕτεροι ἀποδει- | |
χθῶσιν ἐπὶ τοῦ σίτου, εἶτεν διαγραφέτωσαν ἐκείνοις· ἐὰν δὲ | |
30 | δόξηι σιτωνεῖν, ἀποδιαγραφέτωσαν παραχρῆμα τῶι κε- |
χειροτονημένωι σιτώνῃ. ἐκεῖνος δὲ ἀγοραζέτω τὸν σῖ- | |
τον ἐκ τῆς Ἀνα〚․〛είτιδος {²⁶Ἀναείτιδος}²⁶ χώρας ὃν τρόπον ἂν νομίζη[ι] | |
λυσιτελέστατα καταστήσειν τῆι πόλει, ἐὰμ μή ποθεν ἄλλο- | |
θεν λυσιτελέστερον φαίνηται τῶι δήμωι σιτωνεῖν· εἰ δὲ μή, γε- | |
35 | νέσθω ὃν τρόπον ἂν δόξῃ τῶι δήμωι· προτιθ̣έ̣τω̣σαν δὲ περ[ὶ] |
τούτου καθ’ ἕκαστον ἐνιαυτὸν οἱ πρυτάνε̣[ις] ο[ἱ τὸ]ν μῆνα τὸν | |
Ἀρτεμισιῶνα πρυτανεύοντες, ποιησάμενοι προγραφήν. ἀ- | |
ποδεικνύτω δὲ ὁ δῆμος καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῆι πρώτη[ι] | |
τῶν ἀρχαιρεσιῶν μετὰ τὸ καταστῆσαι τὰς χειροτονητὰς | |
40 | ἀρχὰς ἄνδρας δύο, ἐξ ἑκατέρας φυλῆς ἕνα, τοὺς ἐσομέ- |
νους ἐπὶ τοῦ σίτου μὴ ἐλάσσονα οὐσίαν ἔχοντα ἑκάτερον | |
ταλάντων τριῶν· οὗτοι δὲ παραλαβόντες τὸν τόκον παρὰ | |
τῶν μελεδωνῶν διδότωσαν τὴν τιμὴν τοῦ σίτου καὶ ἐ- | |
άν τι ἄλλο δαπάνημα γίνηται, παραμετρείσθωσαν δὲ | |
45 | καὶ τὸν σῖτον. ἀποδεικνύτω δὲ καὶ σιτώνην ὁ δῆμος ἐν |
〚τα̣υ̣〛 τῆι αὐτῆι ἐκκλησίαι μὴ ἐλάσσονα οὐσίαν ἔχοντα τα- | |
λάντων δύο. γινέσθω δέ, ἐὰν δόξηι, καὶ μίσθωσις τοῦ ἀρ- | |
γυρίου τοῦ ἐκ τοῦ τόκου, ἐάν τινες βούλωνται ὑποθέμα- | |
τα δόντες ἀξιόχρεα καὶ διεγγυήσαντες προλαβεῖν | |
50 | καὶ λυσιτελέστερον καταστῆσαι τὸν σῖτον· τὴν δὲ δ[ι]- |
εγγύησιν ποιείσθωσαν οἱ ἄνδρες οἱ χειροτονηθέντες ἐπ[ὶ] | |
τοῦ σίτου κινδύνωι τῶι ἑαυτῶν. τὸν δὲ συναγορασθέν- | |
τα πάντα διαμετρείτωσαν τοῖς πολίταις κατὰ χιλι- | |
αστὺν τοῖς ἐπιδημοῦσιν, μετροῦντες ἑκάστωι τὸμ μῆ- | |
55 | να δωρεὰν μέτρα δύο· ἀρχέσθωσαν δὲ τῆς διαμετρήσ[ε]- |
ως μηνὸς Πελυσιῶνος καὶ μετρείτωσαν ἑξῆς ἐφ’ ὅσους | |
ἂν ἐκποιῆι μῆνας· ἑτέρωι δὲ ὑπὲρ ἑτέρου μὴ μετρείτωσαν, | |
ἐὰμ μή τις ἀρρωστῆι· ποιείσθωσαν δὲ τὴμ μέτρησιν ἀπὸ | |
νουμηνίας ἕως δεκάτης, τοῖς δὲ ἀποδημοῦσιν ἐὰν ἔλθω- | |
60 | σιν ἕως τριακάδος· ἀποδιδότωσαν δὲ λόγον καθ’ ἕκαστον |
μῆνα τῶμ μετρησαμένων ἐπὶ τὸ ἐξεταστήριον γράφοντες | |
κατὰ χιλιαστὺν καὶ προστιθέντες τὰ ὀνόματα τῶν μετρη- | |
σαμένων. ἐξουσία δὲ ἔστω τοῖς χιλιαστῆρσιν τὸν αὐτὸν με- | |
λεδωνὸν ἀποδεικνύειν ἐφεξῆς ἐφ’ ἕτη πέντε. ἐὰν δέ τις τῶν | |
65 | δανεισαμένων μὴ ἀποδιδῶ̣ι τὸ ἀργύριον ἢ πᾶν ἢ μέρος τι, τὸ ὑ- |
πόθεμα ἀποδόσθω ἡ χιλιαστύς, καὶ ἐάν τις ὑπεροχὴ γένητα[ι], | |
ἀποδότω τῶι τὸ ὑπόθεμα δόντι· ἐὰν δέ τι ἐνλίπῃ, τὴν πρᾶξιν | |
ποιησάσθω ἐκ τοῦ ἐγγύου. τὸν δὲ τόκον διδότω τὸν ἐπιβάλλο[ν]- | |
τα ἡ χιλιαστὺς τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν· ἐὰν δὲ μὴ | |
70 | δῶι, μὴ διαμετρείσθωσαν οἱ χιλιαστῆρες τὸν ἐπιβάλλον- |
τα σῖτον μέχρι ποιήσωσιν τὰ δίκαια. ἐὰν δέ τις τῶν χειροτο- | |
νηθέντων μελεδωνῶν λαβὼν τὸ ἀργύριον ὃ δεῖ αὐτὸν δα- | |
νεῖσαι μὴ δανείσηι ἀλλ’ αὐτὸς κατάσχῃ ἐπ’ ἀδικίαι, ὀφειλέτω | |
τῆι πόλει δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν τὸν τόκον μὴ | |
75 | ἀποδῶι τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν ἀνδράσιν ὀφειλέ- |
τω τὸ ἴσον πρόστιμον, καὶ ἀναγραψάτωσαν αὐτοῦ τὴν οὐσίαν̣ | |
οἱ ἐξετασταὶ τῆι χιλιαστύι πρὸς τὸ ἀργύριον ὃ καθῆκον ἦν αὐ- | |
τὸν ἀποδοῦναι· πρὸς δὲ τὸ πρόστιμον ἀναγραψάτωσαν ἄτιμον, | |
καὶ ἔστω ἕως καταβάληι ἄτιμος. μὴ διαμετρείσθωσαν δὲ μηδ[ὲ] | |
80 | οἱ χιλιαστῆρες τὸν ἐπιβάλλοντα σῖτον οἱ ἀποδείξαντες τὸν με̣- |
λεδωνὸν τὸμ μὴ καταβαλόντα τὰ χρήματα. ἐὰν δὲ βούλωνται ο[ἱ] | |
χιλιαστῆρες καταβαλεῖν τὰ χρήματα ἢ πάντες ἤ τινες αὐτῶ[ν] | |
πρὸς μέρος, ἃ ὁ μελεδωνὸς οὐκ ἀπέδωκεν τῆι πόλει ἢ ὁ δανεισάμ[ε]- | |
νος, ἐξουσία αὐτοῖς ἔστω, καὶ ὡς ἂν καταβάλωσιν διαμετρείσθω̣- | |
85 | σαν τὸν σῖτον ἀφ’ οὗ ἂν καταβάλωσιν. μὴ ἐξουσία δὲ ἔσ- |
τω μηθενὶ εἰς μηθὲν ἄλλο χρήσασθαι τοῖς χρήμασιν τούτοις | |
μηδὲ τῶι πίπτοντι ἀφ’ αὑτῶν ἀλλ’ εἰς τὸν δωρεὰν διαμετρούμ[ε]- | |
νον σῖτον· ἐὰν δέ τις ἢ πρύτανις προθῆι ἢ ῥήτωρ εἴπηι ἢ ἐπιστάτη[ς] | |
ἐπιψηφίσηι, ὡς δεῖ προχρήσασθαι εἰς ἄλλο τι ἢ μετενεγκεῖν, ἀπο- | |
90 | τινέτω ἕκαστος δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν ταμίας ἢ με- |
λεδωνὸς ἢ τῶν ἐπὶ τοῦ σίτου χειροτονηθέντων ἢ σιτώνης δῶ- | |
σιν ἢ προχρήσωσιν εἰς ἄλλο τι καὶ μὴ εἰς τὸν δωρεὰν διαμε- | |
τρούμενον. vacat 0,07 | |
B, front face.1-7 | {²7 vv. mutili}² |
8 | Διονυσόδωρος̣ [— — — — — — —] |
Ἀρησῆς Λεοντί̣σ̣[κου — — — — —] | |
10 | Χαρίδημος Λεο[ντίσκου — — — — —] |
Δημήτριος Ἀρτ[εμ— — — — — — — —] | |
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἀρ̣[τεμ— — — — — —] | |
Δεινίας Δώρου ἑκ̣[ατόν, καὶ ὑπὲρ τῶν υἱῶν] | |
Διοδώρου καὶ Δειν[ίου — — — — —] | |
15 | Δημοφῶν Ἐπικούρο[υ — — — — —] |
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ̣[ούρου — — —] | |
Χαίριππος Χαρμίππου [— — — — —] | |
Εὐδικίων Αἰνέου διακο[σίας] | |
Εὐφραῖος Αἰνέου διακο̣[σίας] | |
20 | Ἄρητος Ἐρξήνορος καὶ [ὑπὲρ τοῦ υἱοῦ] |
Ἀρήτου πεντακοσίας· Τιμ[— — — — —] | |
Ἐρξήνορος ἑκατόν· Ἐρξήνωρ [καὶ] | |
Ζωΐλος Ἀρτεμιδώρου διακ[οσίας] | |
Χαρμίων Χαριδήμου διακοσ[ίας] | |
25 | Σωτήριχος Διονυσίου ὑπὲρ αὑ[τοῦ καὶ τοῦ] |
υἱοῦ Μάνδρωνος διακοσίας | |
Διονύσιος Σωτηρίχου ἑκατό[ν] | |
Φιλόθηρος Πολεμάρχου ἑκατ[όν] | |
Μόλπος Φιλίσκου διακοσίας | |
30 | Δημή<⁶¹τριος 〚․〛>⁶¹ Ἀπολλοδώρου ἑ[κατόν] |
Φιλιστίδης Ἀπολλωνίου ἑκατ̣[όν] | |
Φιλωνίδης Φιλίσκου ἑκατόν | |
Ἀσ〚σ〛κληπιάδης Ἀσκληπιάδου [— —] | |
Μενέδημος Μενεδήμου Μυκαλε[ύς — — — —] | |
35 | Ἄρχανδρος Γονέως ἑκατόν |
Πόλλις Ἀθηναγόρου ἑκατόν | |
Ἀρίσταρχος Ζωβίου διακοσία[ς] | |
Ἀντιχάρης Μενεδήμου ἑκατό[ν] | |
Λυσανίας Λυσικλέους διακο[σίας] | |
40 | Κρίτων Οὐλιάδου ἑκατόν |
Θεόδωρος Θεοδώρου ἑκατ[όν] | |
Ἱππωνακτίδης Ἑρμίου ἑκατόν | |
Σιμίας Ἱππωνακτίδου ἑκατό̣[ν] | |
Διογένης Ὑβλησίου ὑπὲρ αὑ[τοῦ καὶ τῶν υἱῶν] | |
45 | Ὑβλησίου καὶ Θρασύλλου τΓ̣[— — — — —] |
Δημήτριος Μητροδώρου [— — — —] | |
Ἀναξίμανδρος Ἀδηρίτ[ου — — — —] | |
Δημήτριος Ἐπικράτου ἑ[κατόν] | |
Διόδωρος Διοσκουρίδου [— —] | |
50 | Τίμων Καλλιγένου ἑκ[ατόν] |
Φιλίσκος Κισσοῦ χ̣ιλί̣[ας] | |
Ἀρχεάναξ Χαιριμένο[υ — — — —] | |
Ἀνδρόθεμις Μένωνος [— — — —] | |
Ξένων Ἑκαταίου ἑ[κατόν] | |
55 | Στράτων Ἑκαταίου̣ [— — — —] |
Ἡγησίας Ἀρτεμιδ[ώρου — — — — —] | |
Μενέμαχος Δάμω[νος — — — — —] | |
Σωσίβιος Σωτίωνο[ς — — — —] | |
καὶ ὑπὲρ τοῦ υἱοῦ Σω[— — — —] | |
60 | Ἐπικλῆς Ἐπικλείους [— — — — —] |
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ[λείους — — —] | |
Βοΐσκος Πυθόλεω δι̣[ακοσίας] | |
Πρόνους Πρόνου δια[κοσίας] | |
Μενεκράτης Κτησιβίου [— — — —] | |
65 | Ταυρέας Μικκάλου ἑκα[τόν] |
Ἡρόδοτος Ἡροδότου [— — —] | |
Διαγόρας Ἀγορακρίτου [— — — —] | |
Δάμων Σώσου ἑκατό̣[ν] | |
Διονύσιος Μητροδώρο[υ — — —] | |
70 | Διόδωρος [Ε]ὐ̣ξ̣ε̣ν̣ίδου δ[ιακοσίας] |
Θεόφιλος [Ἰ]άσωνο[ς] ἑκα[τόν] | |
Ζηνόδοτος Ὑ[β]λη̣[σ]ίου [— — — —] | |
Ὑβλήσιος Ζη[νο]δότ[ο]υ δ̣[ιακοσίας] | |
Ἀντίπατρος Ἀντιπάτ[ρου — — — —] | |
75 | Πύρρος Μανδροκλείου[ς — — — —] |
Ἀλέξανδρος Ἀριστέο[υ] δι̣[ακοσίας] | |
καὶ ὑπὲρ τοῦ υἱοῦ Θεογένους δι̣[ακοσίας] | |
Θηραμένης Ἡροδότου διακοσί[ας] | |
Φανῆς Ἑρμίου διακοσίας | |
80 | Ἀπολλώνιος Εὐτύχου ἑκατόν |
Δεισίθεος Θου ἑκατόν | |
Διοσκουρίδης Μητροδώρου ἑκατ[όν] | |
Ἰ̣ατροκλῆς Μαιάνδρου ἑκατόν | |
[Μ]αίανδρος Ἰατροκλείους διακοσ[ίας] | |
85 | [Θε]ομανδρίδης Ῥόδωνος ἑκατόν |
[Π]έ̣διος Σωτέου ἑκατόν | |
Ποσείδιππος Ποσειδίππου ἑκατό[ν] | |
Ποσείδιππος Φιλτέω 〚․․〛 vacat | |
ὑπὲρ τοῦ υἱοῦ Φιλτέω ἑκατόν | |
90 | Σωσίβιος Σωτίωνος ὑπὲρ Σωσιβίου |
τοῦ Ποσειδωνίου ἑκατόν | |
Ἕρμων Ἀπολλωνίου ἑκατόν | |
Μιννίων Μελάντα ἑκατόν | |
vacat 0,07 | |
C, right face | {²vv. nonnulli mutili}² |
[— — — — — — — — — —]ίλου ἑκ[ατόν] | |
[— — — — — — — — — ἑκ]ατόν | |
[— — — — — — — — —ο]υ ἑκατόν | |
[— — — — — — — — —] ἑκατόν | |
5 | [— — — — — — — — π]ε̣ντακο[σίας] |
[— — — — — — — — ἑκατ]όν | |
[— — — — — — — —]ρίο[υ ἑ]κατόν | |
[— — — — — — — —]ου ἑκατόν | |
[— — — — — — —ο]υ̣ ἑκατόν | |
10 | [— — — — — — —]ω̣ ἑκατόν |
[— — — — — — —]ύ̣του διακοσίας | |
[— — — — — — —]ποντος πεντακ[οσίας] | |
[— — — — — — —]ίλου διακοσίας | |
[— — — — — — —]δώρου ἑκατόν | |
15 | [— — — — — — —ο]υ ἑκατόν |
[— — — — — — —]ω̣νος ἑκατόν | |
[— — — — — —]γόρου πε[ν]τακοσίας | |
[— — — — — —]υ̣λαγόρου πεντακο[σίας] | |
[— — — — — —]ί̣δου διακοσίας πε[ντήκοντα] | |
20 | [— — — — — —]ί̣ου διακοσίας πεντή[κοντα] |
[— — — — Θρα]σ̣υδηΐου πεντακοσία[ς] | |
[— — — — — Ἀ]ριστέου ἑκατόν | |
[— — — — — —] Κλεοστράτου ἑκατόν | |
[— — — — — —]του ἑκατόν | |
25 | [— — — — — —] Ἡροθέμιδος διακοσί[ας] |
[— — — — — —]υκλείους διακοσ[ίας] | |
[— — — — — —] Ὑβλησίου ἑκατόν | |
[— — — — — —] Μενεκλείους ἑκατ[όν] | |
[— — — — — —] Πανταγνώτου ἑκ[ατόν] | |
30 | [— — — — — —]ς Παυσανίου ἑκατό[ν] |
[— — — — — —]ύλος Ἡγεμονέως πε[ντακοσίας] | |
[— — — — — —Ἀ]ριστέως ἑκατόν | |
[— — — — — —]τος Ζωΐλου χιλίας | |
[— — — — — —]ροκλείους ἑκατόν | |
35 | [— — — — — Α]ἰσχρίωνος ἑκατόν |
[— — — — — —]ρος Τιμ̣έο<⁶¹υ ἑκα>⁶¹τόν | |
[— — — — —] Ἑκαταίου διακοσίας | |
[— — — —θε]μις Ξενοκλείους ἑκατόν | |
[— — — —δ]ωρος Βίωνος ἑκατόν | |
40 | [Δημήτριο]ς Σωτᾶ ἑκατόν |
[καὶ ὑπὲρ τῶ]ν υἱῶν Σωτᾶ ἑκατόν, Δημητρ[ίου] | |
[— — —κοσία]ς, Δημοφίλου τριακοσ[ίας]. | |
vacat |