| a.1 | ․ν τῶ[ν εὐπ]ορωτάτων. τὴν δὲ ἀπόδειξιν ποιείσθω[σαν] |
| τοῦ μηνὸς τοῦ Κρονιῶνος ἐν τῆι δευτέραι τῶν ἐκ[κλησι]- | |
| ῶν. συναγέτωσαν δὲ τὴν ἐκκλησίαν οἱ πρυτάνει[ς ἐν τῶι] | |
| θεάτρωι καὶ κελευέτωσαν τοὺς ἐκκλησιάζοντα̣[ς κα]- | |
| 5 | τὰ χιλιαστὺν καθίζειν, σημεῖα ποιήσαντες καὶ τ[όπον] |
| διορίσαντες ἑκάστηι τῶν χιλιαστύων· ὃς δ’ ἂν ἀπει- | |
| θῆι καὶ μὴ καθίζη ἐν τῆι ἑαυτοῦ χιλιαστύι, ζημιούτω- | |
| σαν στατῆρι πατρίωι. ἐὰν δὲ ἀδίκως ἐζημιῶσθαι φῆι, | |
| παραγραψάσθω, καὶ ἡ κρίσις γινέσθω ἐν τῶι πολιτικῶι δι- | |
| 10 | καστηρίωι ἐν ἡμέραις εἴκοσι. γινέσθω δὲ καὶ ἡ προβολὴ{ι} |
| καὶ ἡ χειροτονία ὑπ’ αὐτῶν τῶν χιλιαστήρων. ἐν ταύτηι | |
| δὲ τῆι ἐκκλησίαι δοκιμαζέτωσαν αἱ χιλιαστύες καὶ τὰ | |
| ὑποθήματα καὶ τοὺς ἐγγύους. ἃ δ’ ἂν δοκιμάσωσιν ὑ- | |
| ποθέματα καὶ οὓς ἂν δοκιμάσωσιν ἐγγύους καταγρα- | |
| 15 | φέτωσαν οἱ πρυτάνεις εἰς τὰ δημόσια γράμματα. ὁ- |
| μοίως δὲ καὶ τοὺς ἀποδειχθέντας μελεδωνοὺς κατα- | |
| χωριζέτωσαν εἰς τὰ δημόσια γράμματα. ὅταν δὲ [ἡ] | |
| χειροτονία μέλλη γίνεσθαι, ὁ τῆς πόλεως κῆρυξ ἐπε[υ]- | |
| ξάσθω, τοῖς χειροτονήσασιν οὓς νομίζουσιν βέλτιστα̣ | |
| 20 | προστήσεσθαι τῶν χρημάτων ἄμεινον εἶναι. οἱ δὲ ἀπο- |
| δειχθέντες εἰσπρασσέτωσαν τὸν τόκον παρὰ τῶν δε- | |
| δανεισμένων καὶ διαγραφέτωσαν τοῖς ἐπὶ τοῦ σίτου κε- | |
| χειροτονημένοις ἀνδράσιν. ἐκεῖνοι δὲ ἀγοραζέτωσαν | |
| σῖτον τὸν ἀπὸ τῆς εἰκοστῆς ἀπομετ<⁶¹<ρούμε>>⁶¹[⁵¹]⁵¹νον | |
| 25 | τῆς ἐξ Ἀναίων, διδόντες τῆι θεῶι τιμὴν μὴ ἐλάσσονα |
| ἧς πρότερον ὁ δῆμος τέταχεν <δραχμὰς> πέντε καὶ δύ’ ὀβο- | |
| λούς. τὸ δὲ ὑπεραῖρον ἀργύριον, ἐὰμ μὲν μὴ δόξη τῶι δή- | |
| μωι σιτωνεῖν, τηρείτωσαν αὐτοὶ μέχρι ὅτου ἕτεροι ἀποδει- | |
| χθῶσιν ἐπὶ τοῦ σ̣ίτου· εἶτεν διαγραφέτωσαν ἐκείνοις. ἐὰν δὲ | |
| 30 | δόξηι σ̣ιτωνεῖν, ἀποδιαγραφέτωσαν παραχρῆμα τῶι κε- |
| χειροτονημένωι σιτώνῃ. ἐκεῖνος δὲ ἀγοραζ̣έτω τὸν σῖ- | |
| τον ἐκ τῆς Ἀναιείτιδος χώρας ὃν τρόπον ἂν νομίζῃ | |
| λυσιτελέστατα καταστήσειν τῆι πόλει, ἐὰμ μή ποθεν ἄλλο- | |
| θεν λυσιτελέστερον φαίνηται τῶι δήμωι σιτωνεῖν. εἰ δὲ μή, γε- | |
| 35 | νέσθω ὃν τρόπον ἂν δόξη τῶι δήμωι. προτιθέτ[ω]σαν δὲ περ[ὶ] |
| τούτου καθ’ ἕκαστον ἐνιαυτὸν οἱ πρυτάν[εις] ο[ἱ τὸ]ν μῆνα τὸν | |
| Ἀρτεμισιῶνα πρυτανεύοντες, ποιησάμενοι προγραφήν. ἀ- | |
| ποδεικνύτω δὲ ὁ δῆμος καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῆι πρώτῃ | |
| τῶν ἀρχαιρεσιῶν μετὰ τὸ καταστῆσαι τὰς χειροτονητὰς̣ | |
| 40 | ἀρχὰς ἄνδρας δύο, ἐξ ἑκατέρας φυλῆς ἕνα, τοὺς ἐσομέ- |
| νους ἐπὶ τοῦ σίτου, μὴ ἐλάσσονα οὐσίαν ἔχοντα ἑκάτερον | |
| ταλάντων τριῶν. οὗτοι δὲ παραλαβόντες τὸν τόκον παρὰ | |
| τῶν μελεδωνῶν διδότωσαν τὴν τιμὴν τοῦ σίτου καὶ ἐ- | |
| άν τι ἄλλο δαπάνημα γίνηται, παραμετρείσθωσαν δὲ | |
| 45 | κ̣αὶ τὸν σῖτον. ἀποδεικνύτω δὲ καὶ σιτώνην ὁ δῆμος ἐν |
| <⁶¹v2>⁶¹[⁵¹τῆι]⁵¹ τῆι αὐτῆι ἐκκλησίαι, μὴ ἐλάσσονα οὐσίαν ἔχοντα τα- | |
| λάντων δύο. γινέσθω δὲ, ἐὰν δόξηι, καὶ μίσθωσις τοῦ ἀρ- | |
| γυρί̣ου τοῦ ἐκ τοῦ τόκου, ἐάν τινες βούλωνται ὑποθέμα- | |
| τα δόντες ἀξιόχρεα καὶ διεγγυήσαντες προλαβεῖν | |
| 50 | καὶ λυσιτελέστερον καταστῆσαι τὸν σῖτον. τὴν δὲ δ[ι]- |
| εγγύησιν ποιείσθω̣σαν οἱ ἄνδρες οἱ χειροτονηθέντες ἐπ[ὶ] | |
| τοῦ σίτου κινδύν[ω]ι τῶ̣ι ἐαυτῶν. τὸν δὲ συναγορασθέν- | |
| τα πάντα διαμετρείτωσαν τοῖς πολίταις κατὰ χιλι- | |
| αστὺν τοῖς ἐπιδημοῦσιν, μετροῦντες ἑκάστωι τὸμ μῆ- | |
| 55 | να δωρεὰν μέτρα δύο. ἀρχέσθωσαν δὲ τῆς διαμετρήσ[ε]- |
| ως μηνὸς Πελυσιῶνος καὶ μετρείτωσαν ἑξῆς ἐφ’ ὅσους | |
| ἂ̣ν̣ ἐ̣κποιῆι μῆνας· ἑτέρ<ω>ι δὲ ὑπὲρ ἑτέρου μὴ μετρείτωσ[αν] | |
| ἐὰμ μή τις ἀρρωστῆι· ποιείσθωσαν δὲ τὴν μέτρησιν ἀπὸ | |
| νουμηνίας ἕως δεκάτης, τοῖς δὲ ἀποδημοῦσιν ἐὰν ἔλθω- | |
| 60 | σιν ἕως τριακάδος. ἀποδιδότωσαν δὲ λόγον καθ’ ἕκαστον |
| μῆνα τῶμ μετρησαμένων ἐπὶ τὸ ἐξεταστήριον γράφοντες̣ | |
| κατὰ χιλιαστὺν καὶ προστιθέντες τὰ ὀνόματα τῶν μετρη- | |
| σαμένων. ἐξουσία δὲ ἔστω τοῖς χιλιαστῆρσιν τὸν αὐτὸν με- | |
| λεδωνὸν ἀποδεικνύειν ἐφεξῆς ἐφ’ ἕτη πέντε. ἐὰν δέ τις τῶν | |
| 65 | δανεισαμένων μὴ ἀποδιδοῖ τὸ ἀργύριον ἢ πᾶν ἢ μέρος τι, τὸ ὑ- |
| πόθεμα ἀποδόσθω ἡ χιλιαστύς, καὶ ἐάν τις ὑπεροχὴ γένητα[ι] | |
| ἀποδότω τῶι τὸ ὑπόθεμα δόντι. ἐὰν δέ τι ἐνλίπῃ, τὴν πρᾶξιν | |
| ποιησάσθω ἐκ τοῦ ἐγγύου. τὸν δὲ τόκον διδότω τὸν ἐπιβάλλο[ν]- | |
| τα ἡ χιλιαστὺς τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν. ἐὰν δὲ μὴ | |
| 70 | δοῖ, μὴ διαμετρείσθωσαν οἱ χιλιαστῆρες τὸν ἐπιβάλλον- |
| τα σῖτον μέχρι ποιήσωσιν τὰ δίκαια. ἐὰν δέ τις τῶν χειροτο- | |
| νηθέντων μελεδωνῶν λαβὼν τὸ ἀργύριον ὃ δεῖ αὐτὸν δα- | |
| νεῖσαι μὴ δανείσηι ἀλλ’ αὐτὸς κατάσχῃ ἐπ’ ἀδικίαι, ὀφειλέτω | |
| τῆι πόλει δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν τὸν τόκον μὴ | |
| 75 | ἀποδοῖ τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν ἀνδράσιν ὀφειλέ- |
| τ̣ω τὸ ἴσον πρόστιμον, καὶ ἀναγραψάτωσαν αὐτοῦ τὴν οὐσίαν | |
| οἱ ἐξετασταὶ τῆι χιλιαστύι πρὸς τὸ ἀργύριον ὃ καθῆκον ἦν αὐ- | |
| τὸ̣ν ἀποδοῦναι· πρὸς δὲ τὸ πρόστιμον ἀναγραψάτωσαν ἄτιμον, | |
| καὶ ἔστω ἕως καταβάληι ἄτιμος. μὴ διαμετρείσθωσαν δὲ μηδ[ὲ] | |
| 80 | οἱ χιλιαστῆρες τὸν ἐπιβάλλοντα σῖτον οἱ ἀποδείξαντες τὸν με- |
| λεδωνὸν τὸμ μὴ καταβαλόντα τὰ χρήματα. ἐὰν δὲ βούλωνται ο[ἱ] | |
| χιλιαστῆρες καταβαλεῖν τὰ χρήματα ἢ πάντες ἤ τινες αὐτῶ[ν] | |
| πρὸς μέρος, ἃ ὁ μελεδωνὸς οὐκ ἀπέδωκεν τῆι πόλει ἢ ὁ δανεισάμ[ε]- | |
| νος, ἐξουσία αὐτοῖς ἔστω, καὶ ὡς ἂν καταβάλωσιν διαμετρείσθ[ω]- | |
| 85 | σαν τὸν σῖτον ἀφ’ οὗ ἂν καταβάλωσιν. μὴ ἐξουσία δὲ ἔσ- |
| τω μηθενὶ εἰς μηθὲν ἄλλο χρήσασθαι τοῖς χρήμασιν τούτοις | |
| μ̣η̣δ̣ὲ τῶι πίπτοντι ἀφ’ αὐτῶν ἀλλ’ εἰς τὸν δωρεὰν διαμετρούμ[ε]- | |
| νον σῖτον. ἐὰν δέ τις ἢ πρύτανις προθῆι ἢ ῥήτωρ εἴπηι ἢ ἐπιστάτη[ς] | |
| ἐπιψηφίσηι, ὡς δεῖ προχρήσασθαι εἰς ἄλλο τι ἢ μετενεγκεῖν, ἀπο- | |
| 90 | τι[ν]έτω ἕκαστος δραχμὰς μυρίας. ὁμοίως δὲ καὶ ἐὰν ταμίας ἢ με- |
| λεδωνὸς ἢ τῶν ἐπὶ τοῦ σίτου χειροτονηθέντων ἢ σιτώνης δῶ- | |
| σι̣ν̣ ἢ προχρήσωσιν εἰς ἄλλο τι καὶ μὴ εἰς τὸν δωρεὰν διαμε- | |
| τρούμενον. | |
| b.1 | Διονυσόδωρ[ος —] |
| Ἀρησῆς Λεοντι̣[άδου —] | |
| Χαρίδημος Λεο[ντ—] | |
| Δημήτριος Ἀρτ[εμ—] | |
| 5 | καὶ ὑπὲρ τοῦ υἱοῦ Ἀρ[τεμ—] |
| Δεινίας Δώρου ἑκ̣[ατὸν καὶ ὑπὲρ τῶν υἱῶν] | |
| Διοδώρου καὶ Δειν[ίου —] | |
| Δημοφῶν Ἐπικούρο[υ —] | |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ̣[ούρου —] | |
| 10 | Χαίριππος Χαρμίππου [—] |
| Εὐδικίων Αἰνέου διακο[σίας] | |
| Εὐφραῖος Αἰνέου διακ[οσίας] | |
| Ἄρητος Ἐρξήνορος καὶ [ὑπὲρ τοῦ υἱοῦ] | |
| Ἀρήτου πεντακοσίας Τιμ̣[—] | |
| 15 | Ἐρξήνορος ἑκατόν Ἐρξήνωρ [καὶ] |
| Ζώιλος Ἀρτεμιδώρου διακ[οσίας] | |
| Χαρμίων Χαριδήμου διακοσ[ίας] | |
| Σωτήριχος Διονυσίου ὑπὲρ αὑ[τοῦ καὶ τοῦ] | |
| υἱοῦ Μάνδρωνος διακοσίας | |
| 20 | Διονύσιος Σωτηρίχου ἑκατό[ν] |
| Φιλόθηρος Πολεμάρχου ἑκατ[όν] | |
| Μόλπος Φιλίσκου διακοσίας | |
| Δημή<⁶¹τριος>⁶¹[⁵¹]⁵¹ Ἀπολλοδώρου ἑ[κατόν] | |
| Φιλιστίδης Ἀπολλωνίου ἑκατ̣[όν] | |
| 25 | Φιλωνίδης Φιλίσκου ἑκατόν |
| <⁶¹Ἀσ>⁶¹[⁵¹]⁵¹κληπιάδης Ἀσκληπιάδου [—] | |
| Μενέδημος Μενεδήμου Μυκαλε[ύς —] | |
| Ἄρχανδρος Γονέως ἑκατόν | |
| Πόλλις Ἀθηναγόρου ἑκατόν | |
| 30 | Ἀρίσταρχος Ζωβίου διακοσία[ς] |
| Ἀντιχάρης Μενεδήμου ἑκατόν | |
| Λυσανίας Λυσικλέους διακο[σίας] | |
| Κρίτων Οὐλιάδου ἑκατόν | |
| Θεόδωρος Θεοδώρου ἑκατ[όν] | |
| 35 | Ἱππωνακτίδης Ἑρμίου ἑκατόν |
| Σιμίας Ἱππωνακτίδου ἑκατόν | |
| Διογένης Ὑβλησίου ὑπὲρ αὑ[τοῦ καὶ τῶν υἱῶν] | |
| Ὑβλησίου καὶ Θρασύλλου τε̣[τρακοσίας] | |
| Δημήτριος Μητροδώρου [—] | |
| 40 | Ἀναξίμανδρος Ἀδηρίτ[ου —] |
| Δημήτριος Ἐπικράτου ἑ[κατόν] | |
| Διόδωρος Διοσκουρίδου [—] | |
| Τίμων Καλλιγένου ἑκ[ατόν] | |
| Φιλίσκος Κισσοῦ ἑ̣κατ̣[όν] | |
| 45 | Ἀρχέαναξ Χαιριμένο[υς —] |
| Ἀνδρόθεμις Μένωνος [—] | |
| Ξένων Ἑκαταίου ἑ[κατόν] | |
| Στράτων Ἑκαταίου [—] | |
| Ἡγησίας Ἀρτεμιδ[ώρου —] | |
| 50 | Μενέμαχος Δάμω[νος —] |
| Σωσίβιος Σωτίωνο[ς —] | |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Σω[—] | |
| Ἐπικλῆς Ἐπικλέους [—] | |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ̣[λέους] | |
| 55 | Βοίσκος Πυθόλεω δι[ακοσίας] |
| Πρόνους Πρόνου δια[κοσίας] | |
| Μενεκράτης Κτησιβίου [—] | |
| Ταυρέας Μικκάλου ἑκα[τὸν] | |
| Ἡρόδοτος Ἡροδότου [—] | |
| 60 | Διαγόρας Ἀγορακρίτου [—] |
| Δάμων Σώσου ἑκατό[ν] | |
| Διονύσιος Μητροδώ[ρου —] | |
| Διόδωρος [Ε]ὐ̣ξεν̣ίδου δ[ιακοσίας] | |
| Θεόφιλος Δάμ̣ω̣ν̣ο̣[ς] ἑκα[τόν] | |
| 65 | Ζηνόδοτος [—] |
| Ὑβλήσιος Ζη[νο]δότ[ο]υ δ̣[ιακοσίας] | |
| Ἀντίπατρος Ἀντιπάτ[ρου —] | |
| Πύρρος Μανδροκλείου[ς —] | |
| Ἀλέξανδρος Ἀριστέο̣[υ —] | |
| 70 | καὶ ὑπὲρ τοῦ υἱοῦ Θεογένους δ̣ι̣[ακοσίας] |
| Θηραμένης Ἡροδότου διακοσ̣ί̣[ας] | |
| Φανῆς Ἑρμίου διακοσία̣ς | |
| Ἀπολλώνιος Εὐτύχου ἑκατόν | |
| Δεισίθεος Θοῦ ἑκατόν | |
| 75 | Διοσκουρίδης Μητροδώρου ἑκατ[όν] |
| [Ἰ]ατροκλῆς Μαιάνδρου ἑκατόν | |
| [Μα]ίανδρος Ἰατροκλείους διακοσ[ίας] | |
| [Θε]ομανδρίδης Ῥόδωνος ἑκατόν | |
| [Ε]ὔ̣δ̣ιος Σωτέου ἑκατόν | |
| 80 | Ποσείδιππος Ποσειδίππου ἑκατό[ν] |
| Ποσείδιππος Φιλτέω ἑκ̣α̣[τόν, καὶ] | |
| ὑπὲρ τοῦ υἱοῦ Φιλτέω ἑκατόν | |
| Σωσίβιος Σωτίωνος ὑπὲρ Σωσιβίου | |
| τοῦ Ποσειδωνίου ἑκατόν | |
| 85 | Ἕρμων Ἀπολλωνίου ἑκατόν |
| Μιννίων Μελάντα ἑκατόν. | |
| c.1 | [—]ίλου ἑκ[ατόν] |
| [— ἑκ]ατόν | |
| [—ο]υ ἑκατόν | |
| [—] ἑκατόν | |
| 5 | [— πε]ντακο[σίας] |
| [— ἑκατ]όν | |
| [—]ρίο[υ ἑκ]ατόν | |
| [—]ου ἑκατόν | |
| [—ο]υ̣ ἑκατόν | |
| 10 | [—]ω̣ ἑκατόν |
| [—]ύ̣του διακοσίας | |
| [—]ποντος πεντακ[οσίας] | |
| [—]ίλου διακοσίας | |
| [—]δώρου ἑ̣κατόν | |
| 15 | [—ο]υ ἑκατόν |
| [—]ω̣νος ἑκατόν | |
| [— Βουλα]γόρου πεντακοσίας | |
| [— Βο]υ̣λαγόρου πεντακο[σίας] | |
| [—]ίδου διακοσίας πε[ντήκοντα] | |
| 20 | [—]ι̣ου διακοσίας πεντή[κοντα] |
| [Θρασ]υδηΐου πεντακοσίας | |
| [— Ἀ]ρ̣ιστέου ἑκατόν | |
| [—] Κλεοστράτου ἑκατόν | |
| [—]του ἑκατόν | |
| 25 | [—] Ἡροθέμιδος διακοσί[ας] |
| [—]υκλείους διακο[σίας] | |
| [—] Ὑβλησίου ἑκατόν | |
| [—] Μενεκλείους ἑκατ[όν] | |
| [—] Πανταγνώτου ἑκ[ατόν] | |
| 30 | [—]ς̣ Παυσανίου ἑκατό[ν] |
| [—]ύλος Ἡγεμονέως πε[ντακοσίας] | |
| [—] Ἀριστέως ἑκατόν | |
| [—]τος Ζωίλου χιλίας | |
| [—]ροκλείους ἑκατόν | |
| 35 | [— Α]ἰσχρίωνος ἑκατόν |
| [—]ρος <⁶¹Τιμ̣έου ἑκα>⁶¹[⁵¹[—]ος]⁵¹τόν | |
| [—] Ἑκαταίου διακοσίας | |
| [—θε]μις Ξενοκλείους ἑκατόν | |
| [—δ]ωρος Βίωνος ἑκατόν | |
| 40 | [Δημήτριο]ς Σωτᾶ ἑκατόν |
| [καὶ ὑπὲρ τῶ]ν υἱῶν Σωτᾶ ἑκατόν, Δημητρ[ίου] | |
| [τριακοσία]ς Δημοφίλου τριακοσ[ίας] |
Samos
122