Grain law and list of contributors.  Square pillar of white marble, inscribed on three faces.
[ ] Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion) — ca. 250 BC? — SbBerlin (1904.1) 917-931 — Syll.³ 976 — cf. SEG 48.1149; 49.1145; 51.1083
See also:
A, left face                          {²initium in lapide superposito deest
[․]ν τ[ν εὐπ]ορωτάτων· τὴν δὲ ἀπόδειξιν ποιείσθω[σαν]
τοῦ μηνὸς τοῦ Κρονιῶνος ἐν τῆι δευτέραι τῶν ἐκ[κλησι]-
ῶν· συναγέτωσαν δὲ τὴν ἐκκλησίαν οἱ πρυτάνει[ς ἐν τῶι]
θεάτρωι καὶ κελευέτωσαν τοὺς ἐκ̣κλησιάζοντα̣[ς κα]-
5 τὰ χιλιαστὺν καθίζειν, σημεῖα ποιήσαντες καὶ τ[όπον]
διορίσαντες ἑκάστηι τῶν χιλιαστύων. ὃς δ’ ἂν ἀπει-
θῆι καὶ μὴ καθίζηι ἐν τῆι ἑαυτοῦ χιλιαστύι, ζημιούτω-
σαν στατῆρι πατρίωι· ἐὰν δὲ ἀδίκως ἐζημιῶσθαι φῆι,
παραγραψάσθω, καὶ ἡ κρίσις γινέσθω ἐν τῶι πολιτικῶι δι-
10 καστηρίωι ἐν ἡμέραις εἴκοσι. γινέσθω δὲ καὶ ἡ προβολὴι
καὶ ἡ χειροτονία ὑπ’ αὐτῶν τῶν χιλιαστήρων· ἐν ταύτηι
δὲ τῆι ἐκκλησίαι δοκιμαζέτωσαν αἱ χιλιαστύες καὶ τὰ
ὑποθήματα καὶ τοὺς ἐγγύους· ἃ δ’ ἂν δοκιμάσωσιν ὑ-
ποθέματα καὶ οὓς ἂν δοκιμάσωσιν ἐγγύους καταγρα-
15 φέτωσαν οἱ πρυτάνεις εἰς τὰ δημόσια γράμματα· ὁ-
μοίως δὲ καὶ τοὺς ἀποδειχθέντας μελεδωνοὺς κατα-
χωριζέτωσαν εἰς τὰ δημόσια γράμματα. ὅταν δὲ [ἡ]
χειροτονία μέλλῃ γίνεσθαι, ὁ τῆς πόλεως κῆρυξ ἐπευ̣-
ξάσθω τοῖς χειροτονήσασιν οὓς νομίζουσιν βέλτιστα̣
20 προστήσεσθαι τῶν χρημάτων ἄμεινον εἶναι. οἱ δὲ ἀπο-
δειχθέντες εἰσπρασσέτωσαν τὸν τόκον παρὰ τῶν δε-
δανεισμένων καὶ διαγραφέτωσαν τοῖς ἐπὶ τοῦ σίτου κε-
χειροτονημένοις ἀνδράσιν. ἐκεῖνοι δὲ ἀγοραζέτωσαν
σῖτον τὸν ἀπὸ τῆς εἰκοστῆς ἀπομετρούμε〚— c.5 —〛νον
25 τῆς ἐξ Ἀναίων, διδόντες τῆι θεῶι τιμὴν μὴ ἐλάσσονα
ἧς πρότερον ὁ δῆμος τέταχεν <δραχμὰς> πέντε καὶ δύ’ ὀβο-
λούς· τὸ δὲ ὑπεραῖρον ἀργύριον, ἐὰμ μὲν μὴ δόξηι τῶι δή-
μωι σιτωνεῖν, τηρείτωσαν αὐτοὶ μέχρι ὅτου ἕτεροι ἀποδει-
χθῶσιν ἐπὶ τοῦ σίτου, εἶτεν διαγραφέτωσαν ἐκείνοις· ἐὰν δὲ
30 δόξηι σιτωνεῖν, ἀποδιαγραφέτωσαν παραχρῆμα τῶι κε-
χειροτονημένωι σιτώνῃ. ἐκεῖνος δὲ ἀγοραζέτω τὸν σῖ-
τον ἐκ τῆς Ἀνα〚․〛είτιδος {²⁶Ἀναείτιδος}²⁶ χώρας ὃν τρόπον ἂν νομίζη[ι]
λυσιτελέστατα καταστήσειν τῆι πόλει, ἐὰμ μή ποθεν ἄλλο-
θεν λυσιτελέστερον φαίνηται τῶι δήμωι σιτωνεῖν· εἰ δὲ μή, γε-
35 νέσθω ὃν τρόπον ἂν δόξῃ τῶι δήμωι· προτιθ̣έ̣τω̣σαν δὲ περ[ὶ]
τούτου καθ’ ἕκαστον ἐνιαυτὸν οἱ πρυτάνε̣[ις] ο[ἱ τὸ]ν μῆνα τὸν
Ἀρτεμισιῶνα πρυτανεύοντες, ποιησάμενοι προγραφήν. ἀ-
ποδεικνύτω δὲ ὁ δῆμος καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῆι πρώτη[ι]
τῶν ἀρχαιρεσιῶν μετὰ τὸ καταστῆσαι τὰς χειροτονητὰς
40 ἀρχὰς ἄνδρας δύο, ἐξ ἑκατέρας φυλῆς ἕνα, τοὺς ἐσομέ-
νους ἐπὶ τοῦ σίτου μὴ ἐλάσσονα οὐσίαν ἔχοντα ἑκάτερον
ταλάντων τριῶν· οὗτοι δὲ παραλαβόντες τὸν τόκον παρὰ
τῶν μελεδωνῶν διδότωσαν τὴν τιμὴν τοῦ σίτου καὶ ἐ-
άν τι ἄλλο δαπάνημα γίνηται, παραμετρείσθωσαν δὲ
45 καὶ τὸν σῖτον. ἀποδεικνύτω δὲ καὶ σιτώνην ὁ δῆμος ἐν
〚τα̣υ̣〛 τῆι αὐτῆι ἐκκλησίαι μὴ ἐλάσσονα οὐσίαν ἔχοντα τα-
λάντων δύο. γινέσθω δέ, ἐὰν δόξηι, καὶ μίσθωσις τοῦ ἀρ-
γυρίου τοῦ ἐκ τοῦ τόκου, ἐάν τινες βούλωνται ὑποθέμα-
τα δόντες ἀξιόχρεα καὶ διεγγυήσαντες προλαβεῖν
50 καὶ λυσιτελέστερον καταστῆσαι τὸν σῖτον· τὴν δὲ δ[ι]-
εγγύησιν ποιείσθωσαν οἱ ἄνδρες οἱ χειροτονηθέντες ἐπ[ὶ]
τοῦ σίτου κινδύνωι τῶι ἑαυτῶν. τὸν δὲ συναγορασθέν-
τα πάντα διαμετρείτωσαν τοῖς πολίταις κατὰ χιλι-
αστὺν τοῖς ἐπιδημοῦσιν, μετροῦντες ἑκάστωι τὸμ μῆ-
55 να δωρεὰν μέτρα δύο· ἀρχέσθωσαν δὲ τῆς διαμετρήσ[ε]-
ως μηνὸς Πελυσιῶνος καὶ μετρείτωσαν ἑξῆς ἐφ’ ὅσους
ἂν ἐκποιῆι μῆνας· ἑτέρωι δὲ ὑπὲρ ἑτέρου μὴ μετρείτωσαν,
ἐὰμ μή τις ἀρρωστῆι· ποιείσθωσαν δὲ τὴμ μέτρησιν ἀπὸ
νουμηνίας ἕως δεκάτης, τοῖς δὲ ἀποδημοῦσιν ἐὰν ἔλθω-
60 σιν ἕως τριακάδος· ἀποδιδότωσαν δὲ λόγον καθ’ ἕκαστον
μῆνα τῶμ μετρησαμένων ἐπὶ τὸ ἐξεταστήριον γράφοντες
κατὰ χιλιαστὺν καὶ προστιθέντες τὰ ὀνόματα τῶν μετρη-
σαμένων. ἐξουσία δὲ ἔστω τοῖς χιλιαστῆρσιν τὸν αὐτὸν με-
λεδωνὸν ἀποδεικνύειν ἐφεξῆς ἐφ’ ἕτη πέντε. ἐὰν δέ τις τῶν
65 δανεισαμένων μὴ ἀποδιδῶ̣ι τὸ ἀργύριον ἢ πᾶν ἢ μέρος τι, τὸ ὑ-
πόθεμα ἀποδόσθω ἡ χιλιαστύς, καὶ ἐάν τις ὑπεροχὴ γένητα[ι],
ἀποδότω τῶι τὸ ὑπόθεμα δόντι· ἐὰν δέ τι ἐνλίπῃ, τὴν πρᾶξιν
ποιησάσθω ἐκ τοῦ ἐγγύου. τὸν δὲ τόκον διδότω τὸν ἐπιβάλλο[ν]-
τα ἡ χιλιαστὺς τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν· ἐὰν δὲ μὴ
70 δῶι, μὴ διαμετρείσθωσαν οἱ χιλιαστῆρες τὸν ἐπιβάλλον-
τα σῖτον μέχρι ποιήσωσιν τὰ δίκαια. ἐὰν δέ τις τῶν χειροτο-
νηθέντων μελεδωνῶν λαβὼν τὸ ἀργύριον ὃ δεῖ αὐτὸν δα-
νεῖσαι μὴ δανείσηι ἀλλ’ αὐτὸς κατάσχῃ ἐπ’ ἀδικίαι, ὀφειλέτω
τῆι πόλει δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν τὸν τόκον μὴ
75 ἀποδῶι τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν ἀνδράσιν ὀφειλέ-
τω τὸ ἴσον πρόστιμον, καὶ ἀναγραψάτωσαν αὐτοῦ τὴν οὐσίαν̣
οἱ ἐξετασταὶ τῆι χιλιαστύι πρὸς τὸ ἀργύριον ὃ καθῆκον ἦν αὐ-
τὸν ἀποδοῦναι· πρὸς δὲ τὸ πρόστιμον ἀναγραψάτωσαν ἄτιμον,
καὶ ἔστω ἕως καταβάληι ἄτιμος. μὴ διαμετρείσθωσαν δὲ μηδ[ὲ]
80 οἱ χιλιαστῆρες τὸν ἐπιβάλλοντα σῖτον οἱ ἀποδείξαντες τὸν με̣-
λεδωνὸν τὸμ μὴ καταβαλόντα τὰ χρήματα. ἐὰν δὲ βούλωνται ο[ἱ]
χιλιαστῆρες καταβαλεῖν τὰ χρήματα ἢ πάντες ἤ τινες αὐτῶ[ν]
πρὸς μέρος, ἃ ὁ μελεδωνὸς οὐκ ἀπέδωκεν τῆι πόλει ἢ ὁ δανεισάμ[ε]-
νος, ἐξουσία αὐτοῖς ἔστω, καὶ ὡς ἂν καταβάλωσιν διαμετρείσθω̣-
85 σαν τὸν σῖτον ἀφ’ οὗ ἂν καταβάλωσιν. μὴ ἐξουσία δὲ ἔσ-
τω μηθενὶ εἰς μηθὲν ἄλλο χρήσασθαι τοῖς χρήμασιν τούτοις
μηδὲ τῶι πίπτοντι ἀφ’ αὑτῶν ἀλλ’ εἰς τὸν δωρεὰν διαμετρούμ[ε]-
νον σῖτον· ἐὰν δέ τις ἢ πρύτανις προθῆι ἢ ῥήτωρ εἴπηι ἢ ἐπιστάτη[ς]
ἐπιψηφίσηι, ὡς δεῖ προχρήσασθαι εἰς ἄλλο τι ἢ μετενεγκεῖν, ἀπο-
90 τινέτω ἕκαστος δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν ταμίας ἢ με-
λεδωνὸς ἢ τῶν ἐπὶ τοῦ σίτου χειροτονηθέντων ἢ σιτώνης δῶ-
σιν ἢ προχρήσωσιν εἰς ἄλλο τι καὶ μὴ εἰς τὸν δωρεὰν διαμε-
τρούμενον.                                      vacat 0,07
B, front face.1-7       {²7 vv. mutili
8 Διονυσόδωρος̣ [— — — — — — —]
Ἀρησῆς Λεοντί̣σ̣[κου — — — — —]
10 Χαρίδημος Λεο[ντίσκου — — — — —]
Δημήτριος Ἀρτ[εμ— — — — — — — —]
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἀρ̣[τεμ— — — — — —]
Δεινίας Δώρου ἑκ̣[ατόν, καὶ ὑπὲρ τῶν υἱῶν]
Διοδώρου καὶ Δειν[ίου — — — — —]
15 Δημοφῶν Ἐπικούρο[υ — — — — —]
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ̣[ούρου — — —]
Χαίριππος Χαρμίππου [— — — — —]
Εὐδικίων Αἰνέου διακο[σίας]
Εὐφραῖος Αἰνέου διακο̣[σίας]
20 Ἄρητος Ἐρξήνορος καὶ [ὑπὲρ τοῦ υἱοῦ]
Ἀρήτου πεντακοσίας· Τιμ[— — — — —]
Ἐρξήνορος ἑκατόν· Ἐρξήνωρ [καὶ]
Ζωΐλος Ἀρτεμιδώρου διακ[οσίας]
Χαρμίων Χαριδήμου διακοσ[ίας]
25 Σωτήριχος Διονυσίου ὑπὲρ αὑ[τοῦ καὶ τοῦ]
υἱοῦ Μάνδρωνος διακοσίας
Διονύσιος Σωτηρίχου ἑκατό[ν]
Φιλόθηρος Πολεμάρχου ἑκατ[όν]
Μόλπος Φιλίσκου διακοσίας
30 Δημή<⁶¹τριος 〚․〛>⁶¹ Ἀπολλοδώρου ἑ[κατόν]
Φιλιστίδης Ἀπολλωνίου ἑκατ̣[όν]
Φιλωνίδης Φιλίσκου ἑκατόν
Ἀσ〚σ〛κληπιάδης Ἀσκληπιάδου [— —]
Μενέδημος Μενεδήμου Μυκαλε[ύς — — — —]
35 Ἄρχανδρος Γονέως ἑκατόν
Πόλλις Ἀθηναγόρου ἑκατόν
Ἀρίσταρχος Ζωβίου διακοσία[ς]
Ἀντιχάρης Μενεδήμου ἑκατό[ν]
Λυσανίας Λυσικλέους διακο[σίας]
40 Κρίτων Οὐλιάδου ἑκατόν
Θεόδωρος Θεοδώρου ἑκατ[όν]
Ἱππωνακτίδης Ἑρμίου ἑκατόν
Σιμίας Ἱππωνακτίδου ἑκατό̣[ν]
Διογένης Ὑβλησίου ὑπὲρ αὑ[τοῦ καὶ τῶν υἱῶν]
45 Ὑβλησίου καὶ Θρασύλλου τΓ̣[— — — — —]
Δημήτριος Μητροδώρου [— — — —]
Ἀναξίμανδρος Ἀδηρίτ[ου — — — —]
Δημήτριος Ἐπικράτου ἑ[κατόν]
Διόδωρος Διοσκουρίδου [— —]
50 Τίμων Καλλιγένου ἑκ[ατόν]
Φιλίσκος Κισσοῦ χ̣ιλί̣[ας]
ρχεάναξ Χαιριμένο[υ — — — —]
νδρόθεμις Μένωνος [— — — —]
Ξένων Ἑκαταίου ἑ[κατόν]
55 Στράτων Ἑκαταίου̣ [— — — —]
Ἡγησίας Ἀρτεμιδ[ώρου — — — — —]
Μενέμαχος Δάμω[νος — — — — —]
Σωσίβιος Σωτίωνο[ς — — — —]
καὶ ὑπὲρ τοῦ υἱοῦ Σω[— — — —]
60 Ἐπικλῆς Ἐπικλείους [— — — — —]
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ[λείους — — —]
Βοΐσκος Πυθόλεω δι̣[ακοσίας]
Πρόνους Πρόνου δια[κοσίας]
Μενεκράτης Κτησιβίου [— — — —]
65 Ταυρέας Μικκάλου ἑκα[τόν]
Ἡρόδοτος Ἡροδότου [— — —]
Διαγόρας Ἀγορακρίτου [— — — —]
Δάμων Σώσου ἑκατό̣[ν]
Διονύσιος Μητροδώρο[υ — — —]
70 Διόδωρος [Ε]ὐ̣ξ̣ε̣ν̣ίδου δ[ιακοσίας]
Θεόφιλος [Ἰ]σωνο[ς] ἑκα[τόν]
Ζηνόδοτος Ὑ[β]λη̣[σ]ίου [— — — —]
Ὑβλήσιος Ζη[νο]δότ[ο]υ δ̣[ιακοσίας]
Ἀντίπατρος Ἀντιπάτ[ρου — — — —]
75 Πύρρος Μανδροκλείου[ς — — — —]
Ἀλέξανδρος Ἀριστέο[υ] δι̣[ακοσίας]
καὶ ὑπὲρ τοῦ υἱοῦ Θεογένους δι̣[ακοσίας]
Θηραμένης Ἡροδότου διακοσί[ας]
Φανῆς Ἑρμίου διακοσίας
80 Ἀπολλώνιος Εὐτύχου ἑκατόν
Δεισίθεος Θου ἑκατόν
Διοσκουρίδης Μητροδώρου ἑκατ[όν]
Ἰ̣ατροκλῆς Μαιάνδρου ἑκατόν
[Μ]αίανδρος Ἰατροκλείους διακοσ[ίας]
85 [Θε]ομανδρίδης Ῥόδωνος ἑκατόν
[Π]έ̣διος Σωτέου ἑκατόν
Ποσείδιππος Ποσειδίππου ἑκατό[ν]
Ποσείδιππος Φιλτέω 〚․․〛 vacat
ὑπὲρ τοῦ υἱοῦ Φιλτέω ἑκατόν
90 Σωσίβιος Σωτίωνος ὑπὲρ Σωσιβίου
τοῦ Ποσειδωνίου ἑκατόν
Ἕρμων Ἀπολλωνίου ἑκατόν
Μιννίων Μελάντα ἑκατόν
          vacat 0,07
C, right face      {²vv. nonnulli mutili
[— — — — — — — — — —]λου ἑκ[ατόν]
[— — — — — — — — — ἑκ]ατόν
[— — — — — — — — —ο]υ ἑκατόν
[— — — — — — — — —] ἑκατόν
5 [— — — — — — — — π]ε̣ντακο[σίας]
[— — — — — — — — ἑκατ]όν
[— — — — — — — —]ρίο[υ ἑ]κατόν
[— — — — — — — —]ου ἑκατόν
[— — — — — — —ο]υ̣ ἑκατόν
10 [— — — — — — —]ω̣ ἑκατόν
[— — — — — — —]ύ̣του διακοσίας
[— — — — — — —]ποντος πεντακ[οσίας]
[— — — — — — —]ίλου διακοσίας
[— — — — — — —]δώρου ἑκατόν
15 [— — — — — — —ο]υ ἑκατόν
[— — — — — — —]ω̣νος ἑκατόν
[— — — — — —]γόρου πε[ν]τακοσίας
[— — — — — —]υ̣λαγόρου πεντακο[σίας]
[— — — — — —]ί̣δου διακοσίας πε[ντήκοντα]
20 [— — — — — —]ί̣ου διακοσίας πεντή[κοντα]
[— — — — Θρα]σ̣υδηΐου πεντακοσία[ς]
[— — — — — Ἀ]ριστέου ἑκατόν
[— — — — — —] Κλεοστράτου ἑκατόν
[— — — — — —]του ἑκατόν
25 [— — — — — —] Ἡροθέμιδος διακοσί[ας]
[— — — — — —]υκλείους διακοσ[ίας]
[— — — — — —] Ὑβλησίου ἑκατόν
[— — — — — —] Μενεκλείους ἑκατ[όν]
[— — — — — —] Πανταγνώτου ἑκ[ατόν]
30 [— — — — — —]ς Παυσανίου ἑκατό[ν]
[— — — — — —]ύλος Ἡγεμονέως πε[ντακοσίας]
[— — — — — —Ἀ]ριστέως ἑκατόν
[— — — — — —]τος Ζωΐλου χιλίας
[— — — — — —]ροκλείους ἑκατόν
35 [— — — — — Α]ἰσχρίωνος ἑκατόν
[— — — — — —]ρος Τιμ̣έο<⁶¹υ ἑκα>⁶¹τόν
[— — — — —] Ἑκαταίου διακοσίας
[— — — —θε]μις Ξενοκλείους ἑκατόν
[— — — —δ]ωρος Βίωνος ἑκατόν
40 [Δημήτριο]ς Σωτᾶ ἑκατόν
[καὶ ὑπὲρ τῶ]ν υἱῶν Σωτᾶ ἑκατόν, Δημητρ[ίου]
[— — —κοσία]ς, Δημοφίλου τριακοσ[ίας].
                                 vacat
Search Help
Contact Us