Grain law and list of contributors. Square pillar of white marble, inscribed on three faces.
[ ]
Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion) — ca. 250 BC? — SbBerlin (1904.1) 917-931 — Syll.³ 976 — cf. SEG 48.1149; 49.1145; 51.1083
See also:
| A, left face | {²initium in lapide superposito deest}² |
| [․]ν τῶ[ν εὐπ]ορωτάτων· τὴν δὲ ἀπόδειξιν ποιείσθω[σαν] | |
| τοῦ μηνὸς τοῦ Κρονιῶνος ἐν τῆι δευτέραι τῶν ἐκ[κλησι]- | |
| ῶν· συναγέτωσαν δὲ τὴν ἐκκλησίαν οἱ πρυτάνει[ς ἐν τῶι] | |
| θεάτρωι καὶ κελευέτωσαν τοὺς ἐκ̣κλησιάζοντα̣[ς κα]- | |
| 5 | τὰ χιλιαστὺν καθίζειν, σημεῖα ποιήσαντες καὶ τ[όπον] |
| διορίσαντες ἑκάστηι τῶν χιλιαστύων. ὃς δ’ ἂν ἀπει- | |
| θῆι καὶ μὴ καθίζηι ἐν τῆι ἑαυτοῦ χιλιαστύι, ζημιούτω- | |
| σαν στατῆρι πατρίωι· ἐὰν δὲ ἀδίκως ἐζημιῶσθαι φῆι, | |
| παραγραψάσθω, καὶ ἡ κρίσις γινέσθω ἐν τῶι πολιτικῶι δι- | |
| 10 | καστηρίωι ἐν ἡμέραις εἴκοσι. γινέσθω δὲ καὶ ἡ προβολὴι |
| καὶ ἡ χειροτονία ὑπ’ αὐτῶν τῶν χιλιαστήρων· ἐν ταύτηι | |
| δὲ τῆι ἐκκλησίαι δοκιμαζέτωσαν αἱ χιλιαστύες καὶ τὰ | |
| ὑποθήματα καὶ τοὺς ἐγγύους· ἃ δ’ ἂν δοκιμάσωσιν ὑ- | |
| ποθέματα καὶ οὓς ἂν δοκιμάσωσιν ἐγγύους καταγρα- | |
| 15 | φέτωσαν οἱ πρυτάνεις εἰς τὰ δημόσια γράμματα· ὁ- |
| μοίως δὲ καὶ τοὺς ἀποδειχθέντας μελεδωνοὺς κατα- | |
| χωριζέτωσαν εἰς τὰ δημόσια γράμματα. ὅταν δὲ [ἡ] | |
| χειροτονία μέλλῃ γίνεσθαι, ὁ τῆς πόλεως κῆρυξ ἐπευ̣- | |
| ξάσθω τοῖς χειροτονήσασιν οὓς νομίζουσιν βέλτιστα̣ | |
| 20 | προστήσεσθαι τῶν χρημάτων ἄμεινον εἶναι. οἱ δὲ ἀπο- |
| δειχθέντες εἰσπρασσέτωσαν τὸν τόκον παρὰ τῶν δε- | |
| δανεισμένων καὶ διαγραφέτωσαν τοῖς ἐπὶ τοῦ σίτου κε- | |
| χειροτονημένοις ἀνδράσιν. ἐκεῖνοι δὲ ἀγοραζέτωσαν | |
| σῖτον τὸν ἀπὸ τῆς εἰκοστῆς ἀπομετρούμε〚— c.5 —〛νον | |
| 25 | τῆς ἐξ Ἀναίων, διδόντες τῆι θεῶι τιμὴν μὴ ἐλάσσονα |
| ἧς πρότερον ὁ δῆμος τέταχεν <δραχμὰς> πέντε καὶ δύ’ ὀβο- | |
| λούς· τὸ δὲ ὑπεραῖρον ἀργύριον, ἐὰμ μὲν μὴ δόξηι τῶι δή- | |
| μωι σιτωνεῖν, τηρείτωσαν αὐτοὶ μέχρι ὅτου ἕτεροι ἀποδει- | |
| χθῶσιν ἐπὶ τοῦ σίτου, εἶτεν διαγραφέτωσαν ἐκείνοις· ἐὰν δὲ | |
| 30 | δόξηι σιτωνεῖν, ἀποδιαγραφέτωσαν παραχρῆμα τῶι κε- |
| χειροτονημένωι σιτώνῃ. ἐκεῖνος δὲ ἀγοραζέτω τὸν σῖ- | |
| τον ἐκ τῆς Ἀνα〚․〛είτιδος {²⁶Ἀναείτιδος}²⁶ χώρας ὃν τρόπον ἂν νομίζη[ι] | |
| λυσιτελέστατα καταστήσειν τῆι πόλει, ἐὰμ μή ποθεν ἄλλο- | |
| θεν λυσιτελέστερον φαίνηται τῶι δήμωι σιτωνεῖν· εἰ δὲ μή, γε- | |
| 35 | νέσθω ὃν τρόπον ἂν δόξῃ τῶι δήμωι· προτιθ̣έ̣τω̣σαν δὲ περ[ὶ] |
| τούτου καθ’ ἕκαστον ἐνιαυτὸν οἱ πρυτάνε̣[ις] ο[ἱ τὸ]ν μῆνα τὸν | |
| Ἀρτεμισιῶνα πρυτανεύοντες, ποιησάμενοι προγραφήν. ἀ- | |
| ποδεικνύτω δὲ ὁ δῆμος καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῆι πρώτη[ι] | |
| τῶν ἀρχαιρεσιῶν μετὰ τὸ καταστῆσαι τὰς χειροτονητὰς | |
| 40 | ἀρχὰς ἄνδρας δύο, ἐξ ἑκατέρας φυλῆς ἕνα, τοὺς ἐσομέ- |
| νους ἐπὶ τοῦ σίτου μὴ ἐλάσσονα οὐσίαν ἔχοντα ἑκάτερον | |
| ταλάντων τριῶν· οὗτοι δὲ παραλαβόντες τὸν τόκον παρὰ | |
| τῶν μελεδωνῶν διδότωσαν τὴν τιμὴν τοῦ σίτου καὶ ἐ- | |
| άν τι ἄλλο δαπάνημα γίνηται, παραμετρείσθωσαν δὲ | |
| 45 | καὶ τὸν σῖτον. ἀποδεικνύτω δὲ καὶ σιτώνην ὁ δῆμος ἐν |
| 〚τα̣υ̣〛 τῆι αὐτῆι ἐκκλησίαι μὴ ἐλάσσονα οὐσίαν ἔχοντα τα- | |
| λάντων δύο. γινέσθω δέ, ἐὰν δόξηι, καὶ μίσθωσις τοῦ ἀρ- | |
| γυρίου τοῦ ἐκ τοῦ τόκου, ἐάν τινες βούλωνται ὑποθέμα- | |
| τα δόντες ἀξιόχρεα καὶ διεγγυήσαντες προλαβεῖν | |
| 50 | καὶ λυσιτελέστερον καταστῆσαι τὸν σῖτον· τὴν δὲ δ[ι]- |
| εγγύησιν ποιείσθωσαν οἱ ἄνδρες οἱ χειροτονηθέντες ἐπ[ὶ] | |
| τοῦ σίτου κινδύνωι τῶι ἑαυτῶν. τὸν δὲ συναγορασθέν- | |
| τα πάντα διαμετρείτωσαν τοῖς πολίταις κατὰ χιλι- | |
| αστὺν τοῖς ἐπιδημοῦσιν, μετροῦντες ἑκάστωι τὸμ μῆ- | |
| 55 | να δωρεὰν μέτρα δύο· ἀρχέσθωσαν δὲ τῆς διαμετρήσ[ε]- |
| ως μηνὸς Πελυσιῶνος καὶ μετρείτωσαν ἑξῆς ἐφ’ ὅσους | |
| ἂν ἐκποιῆι μῆνας· ἑτέρωι δὲ ὑπὲρ ἑτέρου μὴ μετρείτωσαν, | |
| ἐὰμ μή τις ἀρρωστῆι· ποιείσθωσαν δὲ τὴμ μέτρησιν ἀπὸ | |
| νουμηνίας ἕως δεκάτης, τοῖς δὲ ἀποδημοῦσιν ἐὰν ἔλθω- | |
| 60 | σιν ἕως τριακάδος· ἀποδιδότωσαν δὲ λόγον καθ’ ἕκαστον |
| μῆνα τῶμ μετρησαμένων ἐπὶ τὸ ἐξεταστήριον γράφοντες | |
| κατὰ χιλιαστὺν καὶ προστιθέντες τὰ ὀνόματα τῶν μετρη- | |
| σαμένων. ἐξουσία δὲ ἔστω τοῖς χιλιαστῆρσιν τὸν αὐτὸν με- | |
| λεδωνὸν ἀποδεικνύειν ἐφεξῆς ἐφ’ ἕτη πέντε. ἐὰν δέ τις τῶν | |
| 65 | δανεισαμένων μὴ ἀποδιδῶ̣ι τὸ ἀργύριον ἢ πᾶν ἢ μέρος τι, τὸ ὑ- |
| πόθεμα ἀποδόσθω ἡ χιλιαστύς, καὶ ἐάν τις ὑπεροχὴ γένητα[ι], | |
| ἀποδότω τῶι τὸ ὑπόθεμα δόντι· ἐὰν δέ τι ἐνλίπῃ, τὴν πρᾶξιν | |
| ποιησάσθω ἐκ τοῦ ἐγγύου. τὸν δὲ τόκον διδότω τὸν ἐπιβάλλο[ν]- | |
| τα ἡ χιλιαστὺς τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν· ἐὰν δὲ μὴ | |
| 70 | δῶι, μὴ διαμετρείσθωσαν οἱ χιλιαστῆρες τὸν ἐπιβάλλον- |
| τα σῖτον μέχρι ποιήσωσιν τὰ δίκαια. ἐὰν δέ τις τῶν χειροτο- | |
| νηθέντων μελεδωνῶν λαβὼν τὸ ἀργύριον ὃ δεῖ αὐτὸν δα- | |
| νεῖσαι μὴ δανείσηι ἀλλ’ αὐτὸς κατάσχῃ ἐπ’ ἀδικίαι, ὀφειλέτω | |
| τῆι πόλει δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν τὸν τόκον μὴ | |
| 75 | ἀποδῶι τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν ἀνδράσιν ὀφειλέ- |
| τω τὸ ἴσον πρόστιμον, καὶ ἀναγραψάτωσαν αὐτοῦ τὴν οὐσίαν̣ | |
| οἱ ἐξετασταὶ τῆι χιλιαστύι πρὸς τὸ ἀργύριον ὃ καθῆκον ἦν αὐ- | |
| τὸν ἀποδοῦναι· πρὸς δὲ τὸ πρόστιμον ἀναγραψάτωσαν ἄτιμον, | |
| καὶ ἔστω ἕως καταβάληι ἄτιμος. μὴ διαμετρείσθωσαν δὲ μηδ[ὲ] | |
| 80 | οἱ χιλιαστῆρες τὸν ἐπιβάλλοντα σῖτον οἱ ἀποδείξαντες τὸν με̣- |
| λεδωνὸν τὸμ μὴ καταβαλόντα τὰ χρήματα. ἐὰν δὲ βούλωνται ο[ἱ] | |
| χιλιαστῆρες καταβαλεῖν τὰ χρήματα ἢ πάντες ἤ τινες αὐτῶ[ν] | |
| πρὸς μέρος, ἃ ὁ μελεδωνὸς οὐκ ἀπέδωκεν τῆι πόλει ἢ ὁ δανεισάμ[ε]- | |
| νος, ἐξουσία αὐτοῖς ἔστω, καὶ ὡς ἂν καταβάλωσιν διαμετρείσθω̣- | |
| 85 | σαν τὸν σῖτον ἀφ’ οὗ ἂν καταβάλωσιν. μὴ ἐξουσία δὲ ἔσ- |
| τω μηθενὶ εἰς μηθὲν ἄλλο χρήσασθαι τοῖς χρήμασιν τούτοις | |
| μηδὲ τῶι πίπτοντι ἀφ’ αὑτῶν ἀλλ’ εἰς τὸν δωρεὰν διαμετρούμ[ε]- | |
| νον σῖτον· ἐὰν δέ τις ἢ πρύτανις προθῆι ἢ ῥήτωρ εἴπηι ἢ ἐπιστάτη[ς] | |
| ἐπιψηφίσηι, ὡς δεῖ προχρήσασθαι εἰς ἄλλο τι ἢ μετενεγκεῖν, ἀπο- | |
| 90 | τινέτω ἕκαστος δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν ταμίας ἢ με- |
| λεδωνὸς ἢ τῶν ἐπὶ τοῦ σίτου χειροτονηθέντων ἢ σιτώνης δῶ- | |
| σιν ἢ προχρήσωσιν εἰς ἄλλο τι καὶ μὴ εἰς τὸν δωρεὰν διαμε- | |
| τρούμενον. vacat 0,07 | |
| B, front face.1-7 | {²7 vv. mutili}² |
| 8 | Διονυσόδωρος̣ [— — — — — — —] |
| Ἀρησῆς Λεοντί̣σ̣[κου — — — — —] | |
| 10 | Χαρίδημος Λεο[ντίσκου — — — — —] |
| Δημήτριος Ἀρτ[εμ— — — — — — — —] | |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Ἀρ̣[τεμ— — — — — —] | |
| Δεινίας Δώρου ἑκ̣[ατόν, καὶ ὑπὲρ τῶν υἱῶν] | |
| Διοδώρου καὶ Δειν[ίου — — — — —] | |
| 15 | Δημοφῶν Ἐπικούρο[υ — — — — —] |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ̣[ούρου — — —] | |
| Χαίριππος Χαρμίππου [— — — — —] | |
| Εὐδικίων Αἰνέου διακο[σίας] | |
| Εὐφραῖος Αἰνέου διακο̣[σίας] | |
| 20 | Ἄρητος Ἐρξήνορος καὶ [ὑπὲρ τοῦ υἱοῦ] |
| Ἀρήτου πεντακοσίας· Τιμ[— — — — —] | |
| Ἐρξήνορος ἑκατόν· Ἐρξήνωρ [καὶ] | |
| Ζωΐλος Ἀρτεμιδώρου διακ[οσίας] | |
| Χαρμίων Χαριδήμου διακοσ[ίας] | |
| 25 | Σωτήριχος Διονυσίου ὑπὲρ αὑ[τοῦ καὶ τοῦ] |
| υἱοῦ Μάνδρωνος διακοσίας | |
| Διονύσιος Σωτηρίχου ἑκατό[ν] | |
| Φιλόθηρος Πολεμάρχου ἑκατ[όν] | |
| Μόλπος Φιλίσκου διακοσίας | |
| 30 | Δημή<⁶¹τριος 〚․〛>⁶¹ Ἀπολλοδώρου ἑ[κατόν] |
| Φιλιστίδης Ἀπολλωνίου ἑκατ̣[όν] | |
| Φιλωνίδης Φιλίσκου ἑκατόν | |
| Ἀσ〚σ〛κληπιάδης Ἀσκληπιάδου [— —] | |
| Μενέδημος Μενεδήμου Μυκαλε[ύς — — — —] | |
| 35 | Ἄρχανδρος Γονέως ἑκατόν |
| Πόλλις Ἀθηναγόρου ἑκατόν | |
| Ἀρίσταρχος Ζωβίου διακοσία[ς] | |
| Ἀντιχάρης Μενεδήμου ἑκατό[ν] | |
| Λυσανίας Λυσικλέους διακο[σίας] | |
| 40 | Κρίτων Οὐλιάδου ἑκατόν |
| Θεόδωρος Θεοδώρου ἑκατ[όν] | |
| Ἱππωνακτίδης Ἑρμίου ἑκατόν | |
| Σιμίας Ἱππωνακτίδου ἑκατό̣[ν] | |
| Διογένης Ὑβλησίου ὑπὲρ αὑ[τοῦ καὶ τῶν υἱῶν] | |
| 45 | Ὑβλησίου καὶ Θρασύλλου τΓ̣[— — — — —] |
| Δημήτριος Μητροδώρου [— — — —] | |
| Ἀναξίμανδρος Ἀδηρίτ[ου — — — —] | |
| Δημήτριος Ἐπικράτου ἑ[κατόν] | |
| Διόδωρος Διοσκουρίδου [— —] | |
| 50 | Τίμων Καλλιγένου ἑκ[ατόν] |
| Φιλίσκος Κισσοῦ χ̣ιλί̣[ας] | |
| Ἀρχεάναξ Χαιριμένο[υ — — — —] | |
| Ἀνδρόθεμις Μένωνος [— — — —] | |
| Ξένων Ἑκαταίου ἑ[κατόν] | |
| 55 | Στράτων Ἑκαταίου̣ [— — — —] |
| Ἡγησίας Ἀρτεμιδ[ώρου — — — — —] | |
| Μενέμαχος Δάμω[νος — — — — —] | |
| Σωσίβιος Σωτίωνο[ς — — — —] | |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Σω[— — — —] | |
| 60 | Ἐπικλῆς Ἐπικλείους [— — — — —] |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ[λείους — — —] | |
| Βοΐσκος Πυθόλεω δι̣[ακοσίας] | |
| Πρόνους Πρόνου δια[κοσίας] | |
| Μενεκράτης Κτησιβίου [— — — —] | |
| 65 | Ταυρέας Μικκάλου ἑκα[τόν] |
| Ἡρόδοτος Ἡροδότου [— — —] | |
| Διαγόρας Ἀγορακρίτου [— — — —] | |
| Δάμων Σώσου ἑκατό̣[ν] | |
| Διονύσιος Μητροδώρο[υ — — —] | |
| 70 | Διόδωρος [Ε]ὐ̣ξ̣ε̣ν̣ίδου δ[ιακοσίας] |
| Θεόφιλος [Ἰ]άσωνο[ς] ἑκα[τόν] | |
| Ζηνόδοτος Ὑ[β]λη̣[σ]ίου [— — — —] | |
| Ὑβλήσιος Ζη[νο]δότ[ο]υ δ̣[ιακοσίας] | |
| Ἀντίπατρος Ἀντιπάτ[ρου — — — —] | |
| 75 | Πύρρος Μανδροκλείου[ς — — — —] |
| Ἀλέξανδρος Ἀριστέο[υ] δι̣[ακοσίας] | |
| καὶ ὑπὲρ τοῦ υἱοῦ Θεογένους δι̣[ακοσίας] | |
| Θηραμένης Ἡροδότου διακοσί[ας] | |
| Φανῆς Ἑρμίου διακοσίας | |
| 80 | Ἀπολλώνιος Εὐτύχου ἑκατόν |
| Δεισίθεος Θου ἑκατόν | |
| Διοσκουρίδης Μητροδώρου ἑκατ[όν] | |
| Ἰ̣ατροκλῆς Μαιάνδρου ἑκατόν | |
| [Μ]αίανδρος Ἰατροκλείους διακοσ[ίας] | |
| 85 | [Θε]ομανδρίδης Ῥόδωνος ἑκατόν |
| [Π]έ̣διος Σωτέου ἑκατόν | |
| Ποσείδιππος Ποσειδίππου ἑκατό[ν] | |
| Ποσείδιππος Φιλτέω 〚․․〛 vacat | |
| ὑπὲρ τοῦ υἱοῦ Φιλτέω ἑκατόν | |
| 90 | Σωσίβιος Σωτίωνος ὑπὲρ Σωσιβίου |
| τοῦ Ποσειδωνίου ἑκατόν | |
| Ἕρμων Ἀπολλωνίου ἑκατόν | |
| Μιννίων Μελάντα ἑκατόν | |
| vacat 0,07 | |
| C, right face | {²vv. nonnulli mutili}² |
| [— — — — — — — — — —]ίλου ἑκ[ατόν] | |
| [— — — — — — — — — ἑκ]ατόν | |
| [— — — — — — — — —ο]υ ἑκατόν | |
| [— — — — — — — — —] ἑκατόν | |
| 5 | [— — — — — — — — π]ε̣ντακο[σίας] |
| [— — — — — — — — ἑκατ]όν | |
| [— — — — — — — —]ρίο[υ ἑ]κατόν | |
| [— — — — — — — —]ου ἑκατόν | |
| [— — — — — — —ο]υ̣ ἑκατόν | |
| 10 | [— — — — — — —]ω̣ ἑκατόν |
| [— — — — — — —]ύ̣του διακοσίας | |
| [— — — — — — —]ποντος πεντακ[οσίας] | |
| [— — — — — — —]ίλου διακοσίας | |
| [— — — — — — —]δώρου ἑκατόν | |
| 15 | [— — — — — — —ο]υ ἑκατόν |
| [— — — — — — —]ω̣νος ἑκατόν | |
| [— — — — — —]γόρου πε[ν]τακοσίας | |
| [— — — — — —]υ̣λαγόρου πεντακο[σίας] | |
| [— — — — — —]ί̣δου διακοσίας πε[ντήκοντα] | |
| 20 | [— — — — — —]ί̣ου διακοσίας πεντή[κοντα] |
| [— — — — Θρα]σ̣υδηΐου πεντακοσία[ς] | |
| [— — — — — Ἀ]ριστέου ἑκατόν | |
| [— — — — — —] Κλεοστράτου ἑκατόν | |
| [— — — — — —]του ἑκατόν | |
| 25 | [— — — — — —] Ἡροθέμιδος διακοσί[ας] |
| [— — — — — —]υκλείους διακοσ[ίας] | |
| [— — — — — —] Ὑβλησίου ἑκατόν | |
| [— — — — — —] Μενεκλείους ἑκατ[όν] | |
| [— — — — — —] Πανταγνώτου ἑκ[ατόν] | |
| 30 | [— — — — — —]ς Παυσανίου ἑκατό[ν] |
| [— — — — — —]ύλος Ἡγεμονέως πε[ντακοσίας] | |
| [— — — — — —Ἀ]ριστέως ἑκατόν | |
| [— — — — — —]τος Ζωΐλου χιλίας | |
| [— — — — — —]ροκλείους ἑκατόν | |
| 35 | [— — — — — Α]ἰσχρίωνος ἑκατόν |
| [— — — — — —]ρος Τιμ̣έο<⁶¹υ ἑκα>⁶¹τόν | |
| [— — — — —] Ἑκαταίου διακοσίας | |
| [— — — —θε]μις Ξενοκλείους ἑκατόν | |
| [— — — —δ]ωρος Βίωνος ἑκατόν | |
| 40 | [Δημήτριο]ς Σωτᾶ ἑκατόν |
| [καὶ ὑπὲρ τῶ]ν υἱῶν Σωτᾶ ἑκατόν, Δημητρ[ίου] | |
| [— — —κοσία]ς, Δημοφίλου τριακοσ[ίας]. | |
| vacat |