Decree of the Samians (?) honoring the physician Philistos of Kos. Stele of white marble, recut at the bottom.
[ ]
Aeg. Islands — Kos Isl. — Asklepieion — after 241 BC — ZPE 25 (1977) 265, 1 — SEG 27.510; 47.1280; 51.1081, 1084 — IG XII,4.1 138
See also:
vacat 0,16 | |
ἐπὶ τοῦ̣ [θεοῦ — —]․․․[— — — —], Ἀ̣πατουριῶ- | |
νος τρεισκαιδεκάτηι, ἐκ̣κλη̣σ̣[ί]α̣ς κατὰ νόμον | |
περὶ τῶν ἀρχαιρεσιῶν συναχθείσης, ἐπι- | |
στατοῦντος Καλλισσθένους τοῦ Τιμοσ- | |
5 | σθένους· vac. ἔδοξε τῶι δήμωι, Μέ<λ>ανθος Ἐμ- |
πρέποντος εἶπεν· ὑπὲρ ὧν προεγράψατο Ἀλ- | |
κιάδης Μόλπου, ὅπως Φί<λ>ιστος Νικάρχου | |
Κῶιος ἰατρὸς χρείας παρεσσχημένος πλεί- | |
οσι τῶν πολιτῶν ἐπαινεθῆι καὶ στεφανωθῆι, | |
10 | καθότι ἂν τῆι βουλῆι καὶ τῶι δήμωι δόξηι, καὶ |
προξενία αὐτῶι δοθῆι· vacat ἐπειδὴ Φίλισ- | |
τος Νικάρχου Κῶ̣ιος ἰατρὸς ὢν πᾶσαν χρείαν | |
διατελεῖ π[αρεχόμενο]ς̣ κατὰ τὴν ἰατρικὴν | |
τέχνην κα̣[ὶ πλείονας τ]ῶν πολιτῶν ἐπιδη- | |
15 | μήσαντα[ς ἐν Κῶι, τοὺς] μὲν κατὰ θεωρίαν |
ἀποσταλ̣[έντας ὑπὸ το]ῦ δήμου, τοὺς | |
δὲ καθ’ ἱδία[ν εἰς Κῶ παραγε]ν̣ομένους, ἐμ- | |
πεσόντας [εἰς ἀρρωστίας ἐπικι]ν̣δύνους | |
διέσωισεν [μετὰ πάσης φιλοτιμί]ας, vac. | |
20 | τοῖς τε ἄλλο[ις τοῖς παραγινομένοις] τῶν |
πολιτῶν εἰς Κῶ π̣[ολλὰς παρέχεται χρεί]ας, | |
οὐθὲν ἐλ<λ>είπων π̣[ροθυμίας τὰ καλῶς ἔ]χον- | |
τα συγκατασκευάζ[ειν αὐτοῖς καὶ ἀε]ὶ ὑπα- | |
κούων εἰς πᾶν περὶ ὧν ἄν τι̣ς̣ [αὐτὸ]ν̣ παρα- | |
25 | καλῆι· ὅπως οὖν καὶ ἡμεῖς φαινώμεθα τοῖς |
προαιρουμένοις εὐεργετεῖν ἡμᾶς καταξίαν | |
ἀποδιδόντες χάριν, ἐπαινέσαι μὲν Φίλισ- | |
τον Νικάρχου Κῶιον καὶ στεφανῶσαι αὐτὸν | |
[χρ]υ̣σ̣[ῶι] στ̣ε̣[φά]ν̣ω̣ι Διονυσίων τ[ρ]αγωιδοῖς̣ | |
[— — — — — — — — — — — — — — — — — —] |