Decree of the Lebedians honoring the Samian judge Apollonios. Stele of white marble, broken at the bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 250-200 BC — L. Robert, Hellenica XI-XII (1960) 204-209
See also:
〚 rasura 〛 vacat 0,13 | |
ἐπὶ Μηνοδότου, Ποσιδεῶνος πέμπτηι | |
ἀπιόντος, ἐκκλησίας νομαίας οὔσης, | |
ἐπιστατοῦντος Ἀπελλέω τοῦ Ἀπολλωνίδου | |
καὶ ὀμόσαντος κατὰ τὸν νόμον· ψήφισ- | |
5 | μα παρὰ Λεβεδίων· ἔδοξεν τῆι βουλῆι |
καὶ τῶι δήμωι, γνώμη τιμούχων· ἐπειδὴ | |
τοῦ δήμου πέμψαντος πρεσβευτὴν πρὸς | |
Σαμίους, φίλους καὶ συγγενεῖς τῆς πόλεως | |
ὑπάρχοντας, τὸν αἰτησόμενον δικαστὴν | |
10 | καὶ γραμματέα, Σάμιοι βουλόμενοι χαρίζεσθαι |
τῶι δήμωι ἀπέστειλαν πρὸς ἡμᾶς δικαστὴν | |
ἄνδρα καλὸν κἀγαθὸν Ἀπολλώνιον Δημητρίου, | |
ὃς παραγενόμενος τὰς μὲν διέλυσεν τῶν δικῶν, | |
τὰς δὲ ἐδίκασεν ὀρθῶς 〚rasura 〛 καὶ δικαίως καὶ τοῖς νό- | |
15 | μοις καὶ τοῖς ψηφίσμασιν ἀκολούθως, ἀπέστειλαν |
δὲ καὶ γραμματέα Ἀντίπατρον, ὃς ἀφικόμενος ἐπε- | |
[τ]έλει τὰ καθ’ αὑτὸν ἀκολούθως τῆι τοῦ δικαστοῦ αἱ- | |
[ρέσ]ε̣ι· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται συναντῶν εὐχα- | |
[ρίστως τοῖ]ς̣ ἀξίοις τῶν ἀνδρῶν, προτρέπωνται δὲ καὶ οἱ | |
20 | [λοιποὶ εἰς τὰ παρα]κ̣α̣λούμενα προθύμους ἑαυτοὺς ἐπι- |
[διδόναι, δεδόχθαι τῆι βο]υ̣λῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι | |
[μὲν τὸν δῆμον τὸν Σαμίων ἐπὶ τῶι ἐ]ξ̣α̣ποστεῖλαι ἡμῖν | |
[ἄνδρας καλοὺς κἀγαθοὺς καὶ στεφανῶσαι αὐτὸ]ν χ̣ρυσέ̣- | |
[ωι στεφάνωι — — — — — — — — — — — — — — — — —] |