Decree of the Lebedians honoring the Samian judge Apollonios. Stele of white marble, broken at the bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 250-200 BC — L. Robert, Hellenica XI-XII (1960) 204-209
See also:
| 〚 rasura 〛 vacat 0,13 | |
| ἐπὶ Μηνοδότου, Ποσιδεῶνος πέμπτηι | |
| ἀπιόντος, ἐκκλησίας νομαίας οὔσης, | |
| ἐπιστατοῦντος Ἀπελλέω τοῦ Ἀπολλωνίδου | |
| καὶ ὀμόσαντος κατὰ τὸν νόμον· ψήφισ- | |
| 5 | μα παρὰ Λεβεδίων· ἔδοξεν τῆι βουλῆι |
| καὶ τῶι δήμωι, γνώμη τιμούχων· ἐπειδὴ | |
| τοῦ δήμου πέμψαντος πρεσβευτὴν πρὸς | |
| Σαμίους, φίλους καὶ συγγενεῖς τῆς πόλεως | |
| ὑπάρχοντας, τὸν αἰτησόμενον δικαστὴν | |
| 10 | καὶ γραμματέα, Σάμιοι βουλόμενοι χαρίζεσθαι |
| τῶι δήμωι ἀπέστειλαν πρὸς ἡμᾶς δικαστὴν | |
| ἄνδρα καλὸν κἀγαθὸν Ἀπολλώνιον Δημητρίου, | |
| ὃς παραγενόμενος τὰς μὲν διέλυσεν τῶν δικῶν, | |
| τὰς δὲ ἐδίκασεν ὀρθῶς 〚rasura 〛 καὶ δικαίως καὶ τοῖς νό- | |
| 15 | μοις καὶ τοῖς ψηφίσμασιν ἀκολούθως, ἀπέστειλαν |
| δὲ καὶ γραμματέα Ἀντίπατρον, ὃς ἀφικόμενος ἐπε- | |
| [τ]έλει τὰ καθ’ αὑτὸν ἀκολούθως τῆι τοῦ δικαστοῦ αἱ- | |
| [ρέσ]ε̣ι· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται συναντῶν εὐχα- | |
| [ρίστως τοῖ]ς̣ ἀξίοις τῶν ἀνδρῶν, προτρέπωνται δὲ καὶ οἱ | |
| 20 | [λοιποὶ εἰς τὰ παρα]κ̣α̣λούμενα προθύμους ἑαυτοὺς ἐπι- |
| [διδόναι, δεδόχθαι τῆι βο]υ̣λῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι | |
| [μὲν τὸν δῆμον τὸν Σαμίων ἐπὶ τῶι ἐ]ξ̣α̣ποστεῖλαι ἡμῖν | |
| [ἄνδρας καλοὺς κἀγαθοὺς καὶ στεφανῶσαι αὐτὸ]ν χ̣ρυσέ̣- | |
| [ωι στεφάνωι — — — — — — — — — — — — — — — — —] |