Decree of Bargylia honoring three Samian judges. Stele of white marble with upper molding, broken at the bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion)? [Samos-Vathy, Mus.] — 2nd c. BC — C. Curtius, Inschriften und Studien (1877) 34, 13 — IK Iasos II 609 — SEG 49.1147, cf.
See also:
| 1 | [δή]μου Τίμωνος Δούριδος Ἀσκλη̣[πιάδου] |
| {²corona oleagina corona oleagina corona oleagina corona oleagina}² | |
| {²lemniscata lemniscata lemniscata lemniscata}² | |
| ἐπὶ Ἀρχαγάθου, Πελυσιῶνος ιζʹ | |
| vacat 0,012 | |
| 3 | πρυτάνεων γνώμη· ἐπειδὴ ὁ δῆμος ὁ Σαμίων φίλος καὶ εὔνους [καὶ] |
| οἰκεῖος ὑπάρχων τῆς πόλεως ἔν τε τοῖς ἄλλοις φιλανθρώπω[ς] | |
| 5 | χρώμενος διατελεῖ, παρακληθείς τε ὑπὸ τοῦ δήμου δικαστ[ὰς] |
| ἀποστεῖλαι βουλόμενος χαρίζεσθαι ἀπέστειλεν ἄνδρας κα- | |
| λοὺς καὶ ἀγαθοὺς Τίμωνα Ἀρχελάου καὶ Δοῦριν Καλλιμάχου | |
| καὶ Ἀσκληπιάδην Ἐρταίου, οἵτινες τῶν δικῶν τὰς μὲ̣ν συνέλυ̣- | |
| σαν προσηκόντως, τὰς δὲ ἐδίκασαν δικαίως κατὰ τ̣οὺς νό- | |
| 10 | μους· ὅπως οὖν καὶ ὁ δῆμος φανερὸς ᾖ τοὺς ἀγαθοὺς ἄνδρας̣ |
| τιμῶν ἀξίως, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαι | |
| μὲν τὸν δῆμον τὸν Σαμίων καὶ στεφανῶσαι αὐτὸν χρυσῷ | |
| [σ]τ̣εφάνῳ ἀρετῆ[ς ἕν]εκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον | |
| [τὸν Βαργυλιη]τ̣ῶ[ν, ἐπῃ]νῆσθαι δὲ καὶ τοὺς δικαστὰς Τίμων[α] | |
| 15 | [καὶ Δοῦριν καὶ Ἀσκληπιά]δην καὶ στεφανῶσαι ἕκαστον αὐτῶ[ν] |
| [θαλλοῦ στεφάνῳ προθυμία]ς̣ ἕ̣νεκεν καὶ δικαιοσύνης τῆς | |
| [εἰς τὸν δῆμον, τῆς δὲ ἀναγγελίας τὸ]ν ε̣[ἰ]σ̣ιόντα ἀγωνοθέτη̣[ν] | |
| [ἐπιμεληθῆναι, ὅπως ἀναγορευθῇ ἐν τῷ ἀγῶ]ν̣ι τῷ τιθεμέ[νῳ τῇ] | |
| [Ἀρτέμιδι τῇ Κινδυάδι — — — — — — — — — — — — — — — —] |