Honorific decree of a chiliastys for Xenombrotos.  Slab of bluish marble.
[ ] Aeg. Islands — Samos Isl. — Prov. unkn. [Samos-Vathy, Mus.] — 2nd c. BC — BCH 59 (1935) 477-486
See also:
                                                  vacat 0,05
ἐπὶ Τίμωνος, Τ[αργηλιῶνο]ς ἐμβολίμου νουμηνίᾳ, ἐκκλ̣ηίας]
συναχθείσης, ἔδ[οξεν τ]οῖς χιλιαστῆρσι Ἐπιδαυρί̣ων̣ [τῆς ἐλάσ]-
σω τοῖς ἀναβαίνουσιν εἰς Ἑλικώνιον· ἐπειδὴ Ξενόμ̣β̣ρ̣[οτος Φι]-
λομβρότου, βεβιωκὼς καλῶς καὶ τὰ πρὸς τοὺς θεοὺ̣ς [εὐσεβῶς]
5 διακείμενος καὶ πρὸς τοὺς ἑαυτοῦ χιλιαστῆρας το̣ὺς̣ [ἀναβαί]-
νοντας εἰς Ἑλικώνιον φιλοδόξως ἔχων, ἐπίδ[ο]σ̣[ιν πεποίη]-
ται ὅπως καθ’ ἕκαστον ἐνιαυτὸν ἐπὶ τοῦ κατεσ̣[κευασμένου]
ὑπ’ αὐτοῦ ἡρωΐου θυσία γίνηται αὐτῶι τε κα̣ὶ [— — — — —]
αὐτοῦ μυσταὶ καὶ σύνοδος, καὶ περὶ τούτων [— — — — — —]-
10 κεν μετὰ τῶν ἀποδειχθέντων ὑφ’ ἡμῶν μελε̣[δωνῶν ἐπί τε]
τοῦ νεωποείου καὶ ἐπὶ τοῦ εἰσαγωγίου· ὅπως ο̣ὖν̣ [καὶ ἡμεῖς]
φαινώμεθα τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ προ̣α̣[ιρουμέ]-
νους εὐεργετεῖν τιμῶντες, δεδόχθαι το[ῖς χιλιαστῆρσι]·
      {²continuatio in tabula subposita deest
Search Help
Contact Us