| 1 | ἐπὶ Τίμωνος· Τ[αυρεῶνο]ς ἐμβολίμου νουμηνίᾳ· ἐκκλη[σ]ίας |
| συναχθείσης· ἔδ̣[οξεν τ]οῖς χιλιαστῆρσι Ἐπιδαυρίων̣ [τῆς ἐλασ]- | |
| σω τοῖς ἀναβαίνουσιν εἰς Ἑλικώνιον· ἐπειδὴ Ξενο̣μ̣έ̣[νης Φι]- | |
| λομβρότου, βεβιωκὼς καλῶς καὶ τὰ πρὸς τοὺς θεοὺς [εὐσεβῶς] | |
| 5 | διακείμενος καὶ πρὸς τοὺς ἑαυτοῦ χιλιαστῆρας τοὺς [ἀναβαί]- |
| νοντας εἰς Ἑλικώνιον φιλοδόξως ἔχων, ἐπίδ[ο]σ[ιν πεποίη]- | |
| ται ὅπως καθ’ ἕκαστον ἐνιαυτὸν ἐπὶ τοῦ κατεσ[κευασμένου] | |
| ὑπ’ αὐτοῦ ἡρώιου θυσία γίνηται αὐτῶι τε̣ κ̣α̣ὶ̣[—] | |
| αὐτοῦ μυσταὶ καὶ σύνοδος, καὶ περὶ τούτων̣ [—] | |
| 10 | κεν μετὰ τῶν ἀποδειχθέντων ὑφ’ ἡμῶν μελ[ε]δ[ωνῶν ἐπί τε] |
| τοῦ νεωποείου καὶ ἐπὶ τοῦ εἰσαγωγίου· ὅπως οὖν [καὶ ἡμεῖς] | |
| φαινώμεθα τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ π̣ρ̣[οαιρουμέ]- | |
| νους εὐεργετεῖν τιμῶντες· δεδόχθαι το[ῖς χιλιαστῆρσι —] |
Samos
120