Honorific decree for Polos, son of Sosigenes, of Aigina. Stele of white marble; relief panel.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 306 BC — MDAI(A) 44 (1919) 16, 7 — SEG 1.362
See also:
| {²spatium a. 0,09, in quo anaglyphum}² | |
| Πώλωι Σωσιγένους Αἰγινήτηι· | |
| vacat 0,022 | |
| 2 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Δημά- |
| ρ̣ετος Δημέου εἶπεν· ἐπειδὴ Πῶλος vac. | |
| Σωσιγένους Αἰγινήτης ἔν τε τοῖς πρότε- | |
| 5 | ρον χρόνοις εὔνους καὶ πρόθυμος ὢν διε- |
| τέλει περὶ τὴμ πόλιν καὶ νῦν τοῦ δήμου ψη- | |
| φισαμένου ἄγειν ἡμᾶς ἐπὶ τοῖς εὐαγγελίοις | |
| Ἀντιγόνεια καὶ Δημητρίεια καὶ τῶμ πρεσβευ- | |
| τῶμ παραγενομένωμ πρὸς αὐτὸν μισθῶν τε | |
| 10 | ἐλασσόνων συνεχώρησεν ὑποκρινεῖσθαι τῶι |
| δήμωι καὶ τὰ μὲν ἐκ τοῦ θεάτρου γενόμενα | |
| ἐκομίσατο, τὸ δὲ λοιπὸν ἐπέσχηκε τῆι πόλει | |
| καθότι ὁ δῆμος ἠξίωσεν αὐτόν, δεδόχθαι τῆ- | |
| [ι] βουλῆι καὶ τῶι δήμωι· ἐπηινῆσθαι μὲν Πῶλον | |
| 15 | ἀρετῆς ἕνεκε καὶ προθυμίας ἣμ παρέσχηται τ- |
| ῶι δήμωι, καὶ εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελεία- | |
| ς τυγχάνειμ παρὰ τοῦ δήμου, δεδόσθαι δὲ αὐτῶι | |
| καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσα- | |
| ι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺ- | |
| 20 | ν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλου- |
| ς Σαμίους, εἶναι δὲ αὐτὸν καὶ πρόξενον τοῦ | |
| δήμου, εἶναι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλου- | |
| [ν] καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπον- | |
| δεί, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴγ | |
| 25 | [κ]α̣ὶ τὸν δῆμον, ἄν του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ κα- |
| [ὶ τ]ὰ βασιλικά, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τ- | |
| ο̣ῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις ἄγηι πᾶσιν, εἶναι δὲ ταῦτα̣ | |
| καὶ αὐτῶι καὶ ἐκγόνοις, στεφανῶσαι δὲ Πῶλον θαλλ- | |
| οῦ στεφάνωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγ- | |
| 30 | γελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην μετὰ τ- |
| οῦ δημιουργοῦ, τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς | |
| στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρ- | |
| ας, τῆς δὲ ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ- | |
| πιμεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς· vac. | |
| 35 | ἔλαχε φυλὴν Χησιεῖς, χιλιαστὺς Οἴνωπες, |
| γένος καὶ ἑκατοστὺς Ἑλανδρίδαι. | |
| vacat 0,155 |