Honorific decree for Epinoïdes, son of Eudemos, of Herakleia. Five joining fragments of a stele of white marble; crown molding.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — end 4th c. BC — MDAI(A) 72 (1957) 190, 23
See also:
cymatium.1 | [Ἐπι]νωΐδηι [Εὐ]δ̣ήμου Ἡρακλε[ώτηι]· |
vacat 0,095 | |
2 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Λυσαγό- |
ρας <Σ>καίου̣ εἶπ̣εν· ἐπειδὴ Ἐπινωΐδης Εὐδή- | |
μου Ἡρακλ̣εώτης ἔν τε τοῖς πρότερον | |
5 | χρόνοις [ε]ὔνους καὶ πρόθυμος ὢν διετέ- |
[λει καὶ κοι]νῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυν- | |
[χάνουσι τ]ῶν πολιτῶν χρείαν παρεχόμε- | |
[νος καὶ κατε]λ̣ηλυθότων ἡμῶν εἰς τὴν | |
[πόλιν τὴν αὐτὴ]ν v εὔνοιαν διαφυλάσσει | |
10 | [τῶι δήμωι καὶ τῶ]ν πολιτῶν τοῖς ἐντυγχά- |
[νουσι πᾶσαν χρε]ίαν παρεχόμενος διατε- | |
[λεῖ, πράσσων τὰ σ]υμφέροντα τῶι δήμωι | |
[τῶι Σαμίων, δεδόχθ]αι τῆι βουλῆι καὶ τῶι | |
[δήμωι· ἐπηινῆσθαι μ]ὲν Ἐπινωΐδην ἀρετῆς | |
15 | [ἕνεκε καὶ εὐνοίας ἣ]ν̣ ἔχων διατελεῖ εἰς τὸν |
[δῆμον, καὶ εἶναι αὐτὸ]ν εὐεργέτην καὶ πρό- | |
[ξενον τοῦ δήμου, δ]ε̣δόσθαι δὲ αὐτῶι καὶ | |
[πολιτείαν ἐφ’ ἵσ]η̣ι καὶ [ὁ]μοίαι καὶ ἐπικληρῶσα[ι] | |
[αὐτὸν ἐπὶ φυ]λὴν καὶ χ̣ιλιαστὺν καὶ ἑκα- | |
20 | [τοστὺν] καὶ γένος καὶ ἀναγράψαι καθότι κα[ὶ] |
[τοὺ]ς ἄλλους Σαμίους, δεδόσθαι δὲ αὐτῶ[ι] | |
καὶ προεδρίαν ἐν το̣[ῖ]ς ἀγῶσιν οἷς ἂν ἡ πόλ[ις] | |
ἄγηι πᾶσιν, ὑπάρχει[ν] δὲ αὐτῶι καὶ τὰ ἄλλα | |
πάντα ὅσα καὶ τοῖς [ἄλ]λοις εὐεργέταις ὅπω̣[ς] | |
25 | ἂν ἅπαντες εἰδῶ[σιν] οἱ προαιρο[ύμενοι τὴν] |
πόλιν εὐε̣[ργετεῖν, ὅτι χάριτας ἐπίσταται ὁ δῆ]- | |
μος ἀπ[οδιδόναι τοῖς εὐεργέταις, ταῦτα δὲ] | |
εἶν[αι καὶ αὐτῶι καὶ ἐκγόνοις — — — — —] | |
[— — — — — — — — — — — — — — — —] |