Honorific decree for Epinoïdes, son of Eudemos, of Herakleia. Five joining fragments of a stele of white marble; crown molding.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — end 4th c. BC — MDAI(A) 72 (1957) 190, 23
See also:
| cymatium.1 | [Ἐπι]νωΐδηι [Εὐ]δ̣ήμου Ἡρακλε[ώτηι]· |
| vacat 0,095 | |
| 2 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Λυσαγό- |
| ρας <Σ>καίου̣ εἶπ̣εν· ἐπειδὴ Ἐπινωΐδης Εὐδή- | |
| μου Ἡρακλ̣εώτης ἔν τε τοῖς πρότερον | |
| 5 | χρόνοις [ε]ὔνους καὶ πρόθυμος ὢν διετέ- |
| [λει καὶ κοι]νῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυν- | |
| [χάνουσι τ]ῶν πολιτῶν χρείαν παρεχόμε- | |
| [νος καὶ κατε]λ̣ηλυθότων ἡμῶν εἰς τὴν | |
| [πόλιν τὴν αὐτὴ]ν v εὔνοιαν διαφυλάσσει | |
| 10 | [τῶι δήμωι καὶ τῶ]ν πολιτῶν τοῖς ἐντυγχά- |
| [νουσι πᾶσαν χρε]ίαν παρεχόμενος διατε- | |
| [λεῖ, πράσσων τὰ σ]υμφέροντα τῶι δήμωι | |
| [τῶι Σαμίων, δεδόχθ]αι τῆι βουλῆι καὶ τῶι | |
| [δήμωι· ἐπηινῆσθαι μ]ὲν Ἐπινωΐδην ἀρετῆς | |
| 15 | [ἕνεκε καὶ εὐνοίας ἣ]ν̣ ἔχων διατελεῖ εἰς τὸν |
| [δῆμον, καὶ εἶναι αὐτὸ]ν εὐεργέτην καὶ πρό- | |
| [ξενον τοῦ δήμου, δ]ε̣δόσθαι δὲ αὐτῶι καὶ | |
| [πολιτείαν ἐφ’ ἵσ]η̣ι καὶ [ὁ]μοίαι καὶ ἐπικληρῶσα[ι] | |
| [αὐτὸν ἐπὶ φυ]λὴν καὶ χ̣ιλιαστὺν καὶ ἑκα- | |
| 20 | [τοστὺν] καὶ γένος καὶ ἀναγράψαι καθότι κα[ὶ] |
| [τοὺ]ς ἄλλους Σαμίους, δεδόσθαι δὲ αὐτῶ[ι] | |
| καὶ προεδρίαν ἐν το̣[ῖ]ς ἀγῶσιν οἷς ἂν ἡ πόλ[ις] | |
| ἄγηι πᾶσιν, ὑπάρχει[ν] δὲ αὐτῶι καὶ τὰ ἄλλα | |
| πάντα ὅσα καὶ τοῖς [ἄλ]λοις εὐεργέταις ὅπω̣[ς] | |
| 25 | ἂν ἅπαντες εἰδῶ[σιν] οἱ προαιρο[ύμενοι τὴν] |
| πόλιν εὐε̣[ργετεῖν, ὅτι χάριτας ἐπίσταται ὁ δῆ]- | |
| μος ἀπ[οδιδόναι τοῖς εὐεργέταις, ταῦτα δὲ] | |
| εἶν[αι καὶ αὐτῶι καὶ ἐκγόνοις — — — — —] | |
| [— — — — — — — — — — — — — — — —] |