Honorific decree for Demarchos, son of Taron, of Lycia. Stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — 306-301 BC — E.I. Stamatiades, Samiaka¹ (1862) 46, 70 — Syll.³ 333
See also:
vacat 0,035 | |
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Μόλπος | |
Πυθαγόρου καὶ Ἀμφίδοκος Σκύθωνο- | |
ς εἶπαν· ἐπειδὴ Δήμαρχος Ταρωνος | |
Λύκιος ἔν τε τῆι φυγῆι εὔνου̣ς καὶ πρό- | |
5 | θυ̣μος ὢν διετέλει τῶι δήμωι τῶι Σαμ- |
ίων καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν | |
πολιτῶν χρήσιμον ἑαυτὸν παρείχε- | |
το καὶ νῦν διατρίβων παρὰ τῆι βασιλίσ- | |
ηι Φίλαι καὶ τεταγμένος ἐπὶ τῆς φυ- | |
10 | λακῆς εὔνουν καὶ πρόθυμον ἑαυτὸν |
παρέχεται εἴς τε τὰς τοῦ δήμου χρεί- | |
ας καὶ ὧνν ἄν τις ἰδίαι τῶν πολιτῶν δε- | |
όμενός του τύχῃ, δεδόχθαι τῆι βουλῆι· | |
ἐπαινέσαι μὲν Δήμαρχον ἀρετῆς ἕνε- | |
15 | κε καὶ προθυμίας ἣνν ἔχων διατελεῖ |
πρὸς τὸν δῆμον τὸν Σαμίων, καὶ εἶναι | |
αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυνχά- | |
νειν, ἄν του δέηται τοῦ δήμου, ἐπιμε- | |
λεῖσθαι δ’ αὐτοῦ καὶ τὰς συναρχίας ἀ- | |
20 | εὶ τὰς ἐνεστώσας, ἄν τινος τυνχά- |
νῃ χρείαν ἔχων, εἶναι δ’ αὐτῶι καὶ ἔφο- | |
δον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν | |
του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βα- | |
σιλικά, δεδόσθαι δ’ αὐτῶι καὶ πο<λ>ιτεί- | |
25 | αν καὶ ἐνγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίαι, εἶναι̣ |
δ’ αὐτὸν καὶ εὐεργέτην καὶ πρόξενον̣ | |
τοῦ δήμου, ἐπικληρῶσαι δ’ αὐτὸν καὶ ἐ[πὶ] | |
φυλὴν καὶ ἑκατοστὺν καὶ {Ε} γένος κ[αθό]- | |
τι καὶ τοὺς ἄλλους Σαμίους, τῆς δ̣’ [ἐπι]- | |
30 | κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ[πι]- |
μεληθῆναι τὸν γραμματέα τῆ̣[ς βου]- | |
λῆς, τὸ δὲ ψήφισμα τόδε ἀναγρ[άψαι] | |
εἰστήλην λιθίνην καὶ στῆσαι εἰ[ς τὸ ἱε]- | |
ρὸν τῆς Ἥρας. | |
vacat 0,17 |