[ ] Curtius, Inschr. 27-31, no. 8
See also:
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Μόλπος
Πυθαγόρου καὶ Ἀμφίδοκο[ς Σ]κύθωνος
ε̣ἶ[π]αν, ἐπειδὴ Δήμαρχος Τάρωνος
Λύκιος ἔν τε τῆι φυγῆι εὔνους καὶ πρό-
5 θυμος ὢν διετέλει τῶι δήμωι τῶι Σαμ-
ίων καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν
πολιτῶν χρήσιμον ἑαυτὸν παρείχε-
το καὶ νῦν διατρίβων παρὰ τῆι βασιλίσ-
[σ]ηι Φίλαι καὶ τεταγμένος ἐπὶ τῆς φυ-
10 λακῆς εὔνουν καὶ πρόθυμον ἑαυτὸν
παρέχεται εἴς τε τὰς τοῦ δήμου χρεί-
ας καὶ ὧν ἄν τις ἰδίαι τῶν πολιτῶν δε-
όμενός του τύχηι, δεδόχθαι τῆι βουλῆι
ἐπαινέσαι μὲν Δήμαρχον ἀρετῆς ἕνε-
15 κε καὶ προθυμίας, ἣν ἔχων διατελεῖ
πρὸς τὸν δῆμον τὸν Σαμίων, [κα]ὶ εἶναι
αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυνχά-
νειν, ἄν του δέηται τοῦ δήμου, ἐπιμε-
λεῖσθαι δ’ αὐτοῦ καὶ τὰς συναρχίας ἀ-
20 εὶ τὰς ἐνεστώσας, ἄν τινος τυνχά-
νηι χρείαν ἔχων, εἶναι δ’ αὐτῶι καὶ ἔφο-
δον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν
του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βα-
σιλικά, δεδόσθαι δ’ αὐτῶι καὶ πο[λ]ιτεί-
25 αν καὶ ἐνγόνοις ἐφ’ ἴσηι καὶ ὁμοίαι, εἶναι
δ’ αὐτὸν καὶ εὐεργέτην καὶ πρόξενον
τοῦ δήμου, ἐπικληρῶσαι δ’ αὐτὸν καὶ ἐ[πὶ]
φυλὴν καὶ ἑκατοστὺν καὶ γένος κ[αθό]-
τι καὶ τοὺς ἄλλους Σαμίους, τῆς δ[ὲ ἐπι]-
30 κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ[πι]-
μεληθῆναι τὸν γραμματέα τ[ῆς βου]-
λῆς, τὸ δὲ ψήφισμα τόδε ἀναγρ[άψαι]
εἰ[ς] στήλην λιθίνην καὶ στῆσαι εἰ[ς τὸ ἱε]-
ρὸν τῆς Ἥρας.
Search Help
Contact Us