Honorific decree for Demarchos, son of Taron, of Lycia.  Stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — 306-301 BC — E.I. Stamatiades, Samiaka¹ (1862) 46, 70 — Syll.³ 333
See also:
                vacat 0,035
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Μόλπος
Πυθαγόρου καὶ Ἀμφίδοκος Σκύθωνο-
ς εἶπαν· ἐπειδὴ Δήμαρχος Ταρωνος
Λύκιος ἔν τε τῆι φυγῆι εὔνου̣ς καὶ πρό-
5 θυ̣μος ὢν διετέλει τῶι δήμωι τῶι Σαμ-
ίων καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν
πολιτῶν χρήσιμον ἑαυτὸν παρείχε-
το καὶ νῦν διατρίβων παρὰ τῆι βασιλίσ-
ηι Φίλαι καὶ τεταγμένος ἐπὶ τῆς φυ-
10 λακῆς εὔνουν καὶ πρόθυμον ἑαυτὸν
παρέχεται εἴς τε τὰς τοῦ δήμου χρε-
ας καὶ ὧνν ἄν τις ἰδίαι τῶν πολιτῶν δε-
όμενός του τύχῃ, δεδόχθαι τῆι βουλῆι·
ἐπαινέσαι μὲν Δήμαρχον ἀρετῆς ἕνε-
15 κε καὶ προθυμίας ἣνν ἔχων διατελεῖ
πρὸς τὸν δῆμον τὸν Σαμίων, καὶ εἶναι
αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυνχά-
νειν, ἄν του δέηται τοῦ δήμου, ἐπιμε-
λεῖσθαι δ’ αὐτοῦ καὶ τὰς συναρχίας ἀ-
20 εὶ τὰς ἐνεστώσας, ἄν τινος τυνχά-
νῃ χρείαν ἔχων, εἶναι δ’ αὐτῶι καὶ ἔφο-
δον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν
του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βα-
σιλικά, δεδόσθαι δ’ αὐτῶι καὶ πο<λ>ιτεί-
25 αν καὶ ἐνγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίαι, εἶναι̣
δ’ αὐτὸν καὶ εὐεργέτην καὶ πρόξενον̣
τοῦ δήμου, ἐπικληρῶσαι δ’ αὐτὸν κα [πὶ]
φυλὴν καὶ ἑκατοστὺν καὶ {Ε} γένος κ[αθό]-
τι καὶ τοὺς ἄλλους Σαμίους, τῆς δ̣’ [ἐπι]-
30 κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ[πι]-
μεληθῆναι τὸν γραμματέα τῆ̣[ς βου]-
λῆς, τὸ δὲ ψήφισμα τόδε ἀναγρ[άψαι]
εἰστήλην λιθίνην καὶ στῆσαι εἰ[ς τὸ ἱε]-
ρὸν τῆς Ἥρας.
                     vacat 0,17
Search Help
Contact Us