Honorific decree for Demarchos, son of Taron, of Lycia. Stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — 306-301 BC — E.I. Stamatiades, Samiaka¹ (1862) 46, 70 — Syll.³ 333
See also:
| vacat 0,035 | |
| ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Μόλπος | |
| Πυθαγόρου καὶ Ἀμφίδοκος Σκύθωνο- | |
| ς εἶπαν· ἐπειδὴ Δήμαρχος Ταρωνος | |
| Λύκιος ἔν τε τῆι φυγῆι εὔνου̣ς καὶ πρό- | |
| 5 | θυ̣μος ὢν διετέλει τῶι δήμωι τῶι Σαμ- |
| ίων καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν | |
| πολιτῶν χρήσιμον ἑαυτὸν παρείχε- | |
| το καὶ νῦν διατρίβων παρὰ τῆι βασιλίσ- | |
| ηι Φίλαι καὶ τεταγμένος ἐπὶ τῆς φυ- | |
| 10 | λακῆς εὔνουν καὶ πρόθυμον ἑαυτὸν |
| παρέχεται εἴς τε τὰς τοῦ δήμου χρεί- | |
| ας καὶ ὧνν ἄν τις ἰδίαι τῶν πολιτῶν δε- | |
| όμενός του τύχῃ, δεδόχθαι τῆι βουλῆι· | |
| ἐπαινέσαι μὲν Δήμαρχον ἀρετῆς ἕνε- | |
| 15 | κε καὶ προθυμίας ἣνν ἔχων διατελεῖ |
| πρὸς τὸν δῆμον τὸν Σαμίων, καὶ εἶναι | |
| αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυνχά- | |
| νειν, ἄν του δέηται τοῦ δήμου, ἐπιμε- | |
| λεῖσθαι δ’ αὐτοῦ καὶ τὰς συναρχίας ἀ- | |
| 20 | εὶ τὰς ἐνεστώσας, ἄν τινος τυνχά- |
| νῃ χρείαν ἔχων, εἶναι δ’ αὐτῶι καὶ ἔφο- | |
| δον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν | |
| του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βα- | |
| σιλικά, δεδόσθαι δ’ αὐτῶι καὶ πο<λ>ιτεί- | |
| 25 | αν καὶ ἐνγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίαι, εἶναι̣ |
| δ’ αὐτὸν καὶ εὐεργέτην καὶ πρόξενον̣ | |
| τοῦ δήμου, ἐπικληρῶσαι δ’ αὐτὸν καὶ ἐ[πὶ] | |
| φυλὴν καὶ ἑκατοστὺν καὶ {Ε} γένος κ[αθό]- | |
| τι καὶ τοὺς ἄλλους Σαμίους, τῆς δ̣’ [ἐπι]- | |
| 30 | κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ[πι]- |
| μεληθῆναι τὸν γραμματέα τῆ̣[ς βου]- | |
| λῆς, τὸ δὲ ψήφισμα τόδε ἀναγρ[άψαι] | |
| εἰστήλην λιθίνην καὶ στῆσαι εἰ[ς τὸ ἱε]- | |
| ρὸν τῆς Ἥρας. | |
| vacat 0,17 |