Honorific decree for Horismos of Elaia. Stele of white marble with crown molding.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — after 306 BC — MDAI(A) 44 (1919) 7, 5 I — SEG 1.356
See also:
| cymatium.1 | [Ὁ]ρι[σμῶι Δαμασιστρ]άτ[ου Ἐ]λαΐτηι· |
| vacat 0,125 | |
| 2 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, {²rasura?}² |
| Μηλοῦχος Μύωνος εἶπεν· ἐπειδὴ vac. | |
| Ὁρισμὸς Δαμασιστράτου Ἐλαΐτης | |
| 5 | φευγόντων ἡμῶν εὔνους καὶ πρόθυ- |
| μος ὢν διετέ<λ>ει καὶ πολλοῖς τῶν | |
| πολιτῶν παραγινομένοις, καὶ κατε- | |
| ληλυθότων ἡμῶν εἰς τὴμ πόλιν δια- | |
| τρίβων παρὰ τῶι βασιλεῖ Δημητρίωι τοῖς | |
| 10 | παραγινομένοις πρὸς αὐτὸν τῶν πολι- |
| τῶν χρήσιμον αὑτὸν παρέχεται πράσ- | |
| σ̣ων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· ἐπαινέσαι Ὁρισμὸν Δαμα- | |
| σιστράτου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν | |
| 15 | ἔχων διατελεῖ περὶ τὸν δῆμον, καὶ εἶναι αὐ- |
| τὸν πρόξενον τῆς πόλεως, δεδόσθαι δὲ | |
| αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ ἐ- | |
| πικληρῶ{ρω}σαι {²⁶ἐπικληρῶσαι}²⁶ αὐτὸν ἐπὶ φυ<λ>ὴν καὶ χιλι- | |
| αστὺν καὶ ἑκατοστὺν καὶ γένος καθό- | |
| 20 | τι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι δὲ αὐ- |
| τῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ | |
| ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, | |
| ταῦτα δ’ εἶναι καὶ αὐτῶι vac. καὶ ἐγγόνοις, | |
| τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στή- | |
| 25 | λην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς |
| Ἥρας, τῆς δὲ ἐπικληρώσεως καὶ τῆς ἀνα- | |
| γραφῆς ἐπιμεληθῆναι τὸγ γραμ<μ>ατέα | |
| τῆς βουλῆς. | |
| vacat 0,43 |