Honorific decree for Batichos of Kos. Stele of white marble, broken at the bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — MDAI(A) 44 (1919) 5, 5 F — SEG 1.350; cf. 46.1167 — IG XII,6,2, Add. p. 607
See also:
| 1 | Βατίχου Κώιου· |
| ἔδοξε τῆι βουλῆι κα̣[ὶ] τῶι δήμωι, | |
| Πάμφιλος Κριτοδήμου εἶπεν· ἐπειδὴ | |
| Βάτιχος <Σ>ωνίκου Κῶιος ἐν τῆι φυγῆι χρή- | |
| 5 | σιμος καὶ εὄν〚ο[․]ω〛ν {²⁶εὄνους ὢν ἐν}²⁶ ἅπαντι καιρῶι τῶι δήμ- |
| <⁶¹ωι τῶι Σαμ[ί]ων>⁶¹ καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι- | |
| ν διετέλει προθύμως ὑπηρετῶν καὶ νῦν | |
| ἐπαγγέλλ[ετ]αι π[οι]ήσειν ἀγαθὸν ὅ τι ἂν δύ- | |
| νηται τὸν δῆμον [τ]ὸ̣ν Σαμίων, δεδόχθαι | |
| 10 | τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι τε |
| Βάτιχον Σωνίκου εὐνοίας ἕνεκα καὶ πρ- | |
| οθυμίας ἣν ἔχων διατελεῖ περὶ <⁶¹Σαμίους,>⁶¹ | |
| καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ- | |
| ην τοῦ δήμου τοῦ Σαμίων, εἶναι δὲ αὐτῶι | |
| 15 | καὶ ἔκπλουν καὶ εἴσπ<λ>ουν καὶ ἐν εἰρήνηι καὶ |
| ἐν πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔφοδ- | |
| ον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον ὑπ<ὲ>ρ ὧν ἂ<ν> | |
| δείηται πρώτωι με<⁶¹τὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά,>⁶¹ | |
| δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵ- | |
| 20 | σηι καὶ ὁμοίηι καὶ αὐτῶι καὶ ἐκγόνοις |
| καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ | |
| χιλιαστὺ<ν> καὶ ἑκατοστὺν καὶ γέν- | |
| ος καὶ προσαναγράψαι εἰς τὸ γένος | |
| ὃ ἂν λάχηι, καθότι καὶ τοὺς ἄλλους πο- | |
| 25 | λίτας, τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆν- |
| αι τοὺς ἐπὶ τῆι ἀνακρεισει [ἡιρημένους] | |
| [— — — — — — — — — — — — — — —] |