[ ] MDAI(A) 1919, 5-6, no. 5F
See also:
1 vacat Βατίχου Κώιου.
ἔδοξε τῆι βουλῆι κ[αὶ] τῶι δήμωι,
Πάμφιλος Κριτοδήμου εἶπεν· ἐπειδὴ
Βάτιχος <Σ>ωνίκου Κῶιος ἐν τῆι φυγῆι χρή-
5 σιμος καὶ εὄ[νους ἐ]ν ἅπαντι καιρῶι τῶι δήμ-
ωι τῶι Σαμ[ίω]ν καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι-
ν διετέλει προθύμως ὑπηρετῶν καὶ νῦν
ἐπαγγέλλ[ετ]αι π[οι]ήσειν ἀγαθὸν ὅτι ἂν δύ-
νηται τὸν δῆμον [τὸ]ν Σαμίων, δεδόχθαι
10 τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι τε
Βάτιχον Σωνίκου εὐνοίας ἕνεκα καὶ πρ-
οθυμίας ἣν ἔχων διατελεῖ περὶ Σαμίους
καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ-
ην τοῦ δήμου τοῦ Σαμίων, εἶναι δὲ αὐτῶι
15 καὶ ἔκπλουν καὶ εἴσπ<λ>ουν καὶ ἐν εἰρήνηι καὶ
ἐν πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔφοδ-
ον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον ὑπ<ὲ>ρ ὧν ἂ<ν>
δείηται πρώτωι <⁶¹μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά,>⁶¹[⁵¹—]⁵¹
δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴ-
20 σηι καὶ ὁμοίηι καὶ αὐτῶι καὶ ἐκγόνοις
καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ
χιλιαστὺ<ν> καὶ ἑκατοστὺν καὶ γέν-
ος καὶ προσαναγράψαι εἰς τὸ γένος
ὃ ἂν λάχηι καθότι καὶ τοὺς ἄλλους πο-
25 λίτας. τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆν-
αι τοὺς ἐπὶ τῆι ἀνα․․ε․4․․
Search Help
Contact Us