IG XII,6 1:18
Honorific decree for Batichos of Kos.  Stele of white marble, broken at the bottom.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — MDAI(A) 44 (1919) 5, 5 F — SEG 1.350; cf. 46.1167 — IG XII,6,2, Add. p. 607
See also:
1 Βατίχου Κώιου·
ἔδοξε τῆι βουλῆι κα̣[ὶ] τῶι δήμωι,
Πάμφιλος Κριτοδήμου εἶπεν· ἐπειδὴ
Βάτιχος <Σ>ωνίκου Κῶιος ἐν τῆι φυγῆι χρή-
5 σιμος καὶ εὄν〚ο[․]ω〛ν {²⁶εὄνους ὢν ἐν}²⁶ ἅπαντι καιρῶι τῶι δήμ-
<⁶¹ωι τῶι Σαμ[ί]ων>⁶¹ καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι-
ν διετέλει προθύμως ὑπηρετῶν καὶ νῦν
ἐπαγγέλλ[ετ]αι π[οι]ήσειν ἀγαθὸν ὅ τι ἂν δύ-
νηται τὸν δῆμον [τ]ὸ̣ν Σαμίων, δεδόχθαι
10 τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι τε
Βάτιχον Σωνίκου εὐνοίας ἕνεκα καὶ πρ-
οθυμίας ἣν ἔχων διατελεῖ περὶ <⁶¹Σαμίους,>⁶¹
καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ-
ην τοῦ δήμου τοῦ Σαμίων, εἶναι δὲ αὐτῶι
15 καὶ ἔκπλουν καὶ εἴσπ<λ>ουν καὶ ἐν εἰρήνηι καὶ
ἐν πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔφοδ-
ον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον ὑπ<ὲ>ρ ὧν ἂ<ν>
δείηται πρώτωι με<⁶¹τὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά,>⁶¹
δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵ-
20 σηι καὶ ὁμοίηι καὶ αὐτῶι καὶ ἐκγόνοις
καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ
χιλιαστὺ<ν> καὶ ἑκατοστὺν καὶ γέν-
ος καὶ προσαναγράψαι εἰς τὸ γένος
ὃ ἂν λάχηι, καθότι καὶ τοὺς ἄλλους πο-
25 λίτας, τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆν-
αι τοὺς ἐπὶ τῆι ἀνακρεισει [ἡιρημένους]
[— — — — — — — — — — — — — — —]
Search Help
Contact Us