Eleian decree concerning exiles. Bronze tablet. Stoichedon 39.
[ ]
Elis — Olympia — ca. 370/65-ca. 324 BC — JÖAI 1 (1898) 197-212 — E. Schwyzer, DGE (1923) 217, 424
1 | θεός· τύχα. ταὶρ δὲ γενεαὶρ μὰ φυγαδείημ μαδὲ κ- |
ατ’ ὀποῖον τρόπον, μάτε ἐρσεναιτέραν μάτε θηλυτ- | |
έραν, μάτε τὰ χρήματα δαμοσιῶμεν· αἰ δέ τιρ φυγαδ- | |
είοι αἴτε τὰ χρήματα δαμοσιοία, φευγέτω ποτ’ τῶ Δ- | |
5 | ιὸρ τὠλυμπίω αἴματορ καὶ κατιαραίων ὀ δηλόμ<ενο>ρ |
ἀνάατορ ἤστω. ἐξήστω δέ, καί κα φυγαδεύαντι, τοῖ δ- | |
ηλομένοι νοστίττην καὶ ἀττάμιον ἦμεν ὄσσα κα ὔ- | |
σταριν γένωνται τῶν περὶ Πύρρωνα δαμιοργῶν. το- | |
ὶρ δὲ ἐπ’ ἄσιστα μὰ ἀποδόσσαι μάτε ἐκπέμψαι τὰ χρ- | |
10 | ήματα τοῖρ φυγάδεσσι· αἰ δέ τι ταύτων παρ τὸ γράμ- |
μα ποιέοι, ἀποτινέτω διπλά̣σιον τῶ κα ἐκπέμπα κα- | |
ὶ τῶ κα ἀποδῶται. αἰ δέ τιρ ἀδεαλτώℎαιε τὰ’ στάλαν, | |
ὠρ ἀγαλματοφώραν ἐόντα πάσχην. vacat |