Eleian decree concerning exiles.  Bronze tablet. Stoichedon 39.
[ ] Elis — Olympia — ca. 370/65-ca. 324 BC — JÖAI 1 (1898) 197-212 — E. Schwyzer, DGE (1923) 217, 424
1   θεός· τύχα. ταὶρ δὲ γενεαὶρ μὰ φυγαδείημ μαδὲ κ-
ατ’ ὀποῖον τρόπον, μάτε ἐρσεναιτέραν μάτε θηλυτ-
έραν, μάτε τὰ χρήματα δαμοσιῶμεν· αἰ δέ τιρ φυγαδ-
είοι αἴτε τὰ χρήματα δαμοσιοία, φευγέτω ποτ’ τῶ Δ-
5 ιὸρ τὠλυμπίω αἴματορ καὶ κατιαραίων ὀ δηλόμ<ενο>ρ
ἀνάατορ ἤστω. ἐξήστω δέ, καί κα φυγαδεύαντι, τοῖ δ-
ηλομένοι νοστίττην καὶ ἀττάμιον ἦμεν ὄσσα κα ὔ-
σταριν γένωνται τῶν περὶ Πύρρωνα δαμιοργῶν. το-
ὶρ δὲ ἐπ’ ἄσιστα μὰ ἀποδόσσαι μάτε ἐκπέμψαι τὰ χρ-
10 ήματα τοῖρ φυγάδεσσι· αἰ δέ τι ταύτων παρ τὸ γράμ-
μα ποιέοι, ἀποτινέτω διπλά̣σιον τῶ κα ἐκπέμπα κα-
ὶ τῶ κα ἀποδῶται. αἰ δέ τιρ ἀδεαλτώℎαιε τὰ’ στάλαν,
ὠρ ἀγαλματοφώραν ἐόντα πάσχην. vacat
Search Help
Contact Us