Decision of the Eleians for the secretary Patrias. Bronze plaque. Eleian alphabet.
[ ]
Elis — Olympia — ca. 475-450 BC — IvO 2 — E. Schwyzer, DGE (1923) 211, 409 — L.H. Jeffery, LSAG (1961) 218, n. 5; 220, 15; 408, 15
See also:
1 | ἀ ϝράτρα τοῖς Ϝαλείοις. Πατρίαν θαρρε͂ν καὶ γενεὰν καὶ ταὐτο͂· |
αἰ ζέ τις κατιαραύσειε, ϝάρρεˉν ὀˉρ Ϝαλείοˉ. αἰ ζὲ μἐˉπιθεῖαν τὰ ζί- | |
καια ὂρ μέγιστον τέλος ἔχοι καὶ τοὶ βασιλάες, ζέκα μναῖς κα | |
ἀποτίνοι ϝέκαστος το͂ν μἐˉπιποεόντοˉν καθύταις τοῖ Ζὶ Ὀλυν- | |
5 | πίοι, ἐπένποι ζέ κ’ ἐλλανοζίκας, καὶ τἆλλα ζίκαια ἐπενπ- |
έτοˉ ἀ ζαμιοργία· αἰ ζὲ μἔˉνποι, ζίφυιον ἀποτινέτοˉ ἐν μαστρά- | |
αι. αἰ ζέ̣ τ̣ις τὸν αἰτιαθέντα ζικαιο͂ν ἰμάσκοι, ἐν τᾶι ζεκαμναίαι κ’ ἐ- | |
νέ̣χο[ιτ]ο̣, αἰ ϝειζὸˉς ἰμάσκοι. καὶ Πατρίας ὀ γροφεὺς ταὐτ̣ά̣ κα πάσκοι, | |
[αἴ τ]ιν’ ἀ̣[ζ]ικέοι. ὀ [πί]ναξ ἰαρὸς Ὀλυνπίαι. vacat |