1 | ἀ ϝράτρα τοῖς Ϝαλείοις· Πατρίαν θαρρε͂ν καὶ γενεὰν καὶ ταὐτο͂· |
αἰ ζέ τις κατιαραύσειε, ϝάρρεˉν, ὀˉρ Ϝαλείοˉ· αἰ ζὲ μὲˉ ’πιθεῖαν τὰ ζί- | |
καια ὂρ μέγιστον τέλος ἔχοι καὶ τοὶ βασιλᾶες, ζέκα μναῖς κα | |
ἀποτίνοι ϝέκαστος το͂ν μὲˉ ’πιποεόντοˉν κα(θ)θυταῖς τοῖ Ζὶ Ὀλυν- | |
5 | πίοι, ἐπένποι ζέ κ’ ἐλλανοζίκας, καὶ τἆλλα ζίκαια ἐπενπ- |
έτοˉ ἀ ζαμιοˉργία· αἰ ζὲ μὲˉ ’νποι, ζίφυιον ἀποτινέτοˉ ἐν μαστρά- | |
αι· αἰ ζέ̣ τις τὸν αἰτιαθέντα ζικαιο͂ν ἰμάσκοι, ἐν ταῖ ζεκαμναΐαι κ’ ἐ- | |
νέχο[ιτ]ο, αἰ ϝειζὸˉς ἰμάσκοι. καὶ Πατρίας ὀ γροφεὺς ταὐτ̣ά κα πάσκοι, | |
[αἴ τ]ιν’ [ἀζ]ικέοι̣. ὀ π̣[ί]ναξ ἰαρὸς Ὀλυνπίαι. |
IvO
2