Conclusion of a sacred law.  Elongated bronze plaque. Eleian alphabet.
[ ] Elis — Olympia — ca. 525-500 BC — IvO 7 — E. Schwyzer, DGE (1923) 213, 412 — L.H. Jeffery, LSAG (1961) 218-220; 408, 5
See also:
{κα} vacat
κα θεαρὸς εἴεˉ· αἰ δὲ βενέοι ἐν τἰαροῖ, βοί κα θοˉάδοι καὶ κοθάρσι τελείαι, καὶ τὸν θεαρὸν ἐν τ-
α<ὐ>τᾶι. αἰ δέ τις παρ τὸ γράφος δικάδοι, ἀτελέˉς κ’ εἴεˉ ἀ δίκα, ἀ δέ κα ϝράτρα ἀ δαμοσία τελεία εἴ-
εˉ δικάδοˉσα. το͂ν δέ κα γραφέοˉν, ὄ τι δοκέοι καλιτέροˉς ἔχεˉν πο’ τὸν θ<ε>όν, ἐξαγρέοˉν κἆλ’ ἐ-
νποιο͂ν σὺν βοˉλᾶι <π>εντακατίοˉν ἀϝλανέοˉς καὶ δάμοι πλεˉθύοντι δινάκοι· <δινά>κοι δέ κα <ἐ>ν τρίτ-
5 ον, αἴ τι ἐνποιοῖ αἴτ’ ἐξαγρέοι. vacat
Search Help
Contact Us