Epitaph of Aichmonis and her descendants.  Fragmentary limestone sarcophagus; lines 1-13 of the inscription in a tabula ansata.
[ ] Lycia, E. — Arykanda — shortly after 212 AD — SEG 44.1157
1 τὴν σωματοθήκην κατέστησεν Αἰ-
χμωνὶς ἡ καὶ Ουαυα Αἴχμωνος Ἀρυ(κανδὶς)
ἑαυτῇ καὶ τοῖς ἐξ αὐτῆς καὶ τῷ ἀνα-
τραφέντι καὶ ὑπ’ ἐμοῦ Δημητρίῳ Ἰά-
5 σονος καὶ οἷς ἂν αὐτοὶ βουληθῶσι
συνχωρῆσαι· ∙ Αὐρ(ήλιος) ∙ Δημήτριος Ἰάσο-
νος Ἀρυ(κανδεὺς) ∙ κατὰ τὰ συνχωρηθέντα μοι
συ<ν>χώρῳ ἐνταφῆναι· ∙Αὐρ(ηλίᾳ) ∙ Ἀπολλωνίαι̣
Δαμᾶτος Ἀλεξίππου καὶ ἀνδρὶ αὐτῆς
10 Εὐνοῦτι καὶ Παρησιαστικῷ Ἐμβρόμου
καὶ γυναικὶ αὐτοῦ Παραμυθίᾳ καὶ Ζωσί-
μῳ δὶς καὶ τοῖς ἐξ αὐτῶν, δι’ ἣν ἔχω πρὸς
[α]ὐτ̣οῖς φιλίαν τε καὶ συνγ̣ένειαν· ἑτέρῳ
δὲ οὐδενὶ ἐξέσται ἐνθάψαι τινά, ἢ ὀφει-
15 λέσει τῷ δήμῳ 𐆖 ͵α.
Search Help
Contact Us