Epitaph of Aichmonis and her descendants. Fragmentary limestone sarcophagus; lines 1-13 of the inscription in a tabula ansata.
[ ]
Lycia, E. — Arykanda — shortly after 212 AD — SEG 44.1157
| 1 | τὴν σωματοθήκην κατέστησεν Αἰ- |
| χμωνὶς ἡ καὶ Ουαυα Αἴχμωνος Ἀρυ(κανδὶς) | |
| ἑαυτῇ καὶ τοῖς ἐξ αὐτῆς καὶ τῷ ἀνα- | |
| τραφέντι καὶ ὑπ’ ἐμοῦ Δημητρίῳ Ἰά- | |
| 5 | σονος καὶ οἷς ἂν αὐτοὶ βουληθῶσι |
| συνχωρῆσαι· ∙ Αὐρ(ήλιος) ∙ Δημήτριος Ἰάσο- | |
| νος Ἀρυ(κανδεὺς) ∙ κατὰ τὰ συνχωρηθέντα μοι | |
| συ<ν>χώρῳ ἐνταφῆναι· ∙Αὐρ(ηλίᾳ) ∙ Ἀπολλωνίαι̣ | |
| Δαμᾶτος Ἀλεξίππου καὶ ἀνδρὶ αὐτῆς | |
| 10 | Εὐνοῦτι καὶ Παρησιαστικῷ Ἐμβρόμου |
| καὶ γυναικὶ αὐτοῦ Παραμυθίᾳ καὶ Ζωσί- | |
| μῳ δὶς καὶ τοῖς ἐξ αὐτῶν, δι’ ἣν ἔχω πρὸς | |
| [α]ὐτ̣οῖς φιλίαν τε καὶ συνγ̣ένειαν· ἑτέρῳ | |
| δὲ οὐδενὶ ἐξέσται ἐνθάψαι τινά, ἢ ὀφει- | |
| 15 | λέσει τῷ δήμῳ 𐆖 ͵α. |