Epitaph of Symadipylis and his wife Tedimonis, with imprecation against violators of the tomb. Limestone block.
[ ]
Lycia, E. — Arykanda — Hellenistic period — SEG 44.1151
| 1 | τοῦτον τὸν τάφον κατεσκευάσατο Συμαδί̣π̣υ̣λ̣ις̣ Σ̣υ̣ρίου αὐτῶι καὶ |
| τῆι γυναικὶ αὐτοῦ Τεδιμ̣όνει· ὅταν δὲ οὗτοι τ̣ι̣θ̣ῶ̣σ̣ι̣ν̣ ε̣ἰς τὸν τά- | |
| φον, μ̣ηκ̣έ̣τ̣ι ἐξέστω μηθενὶ ἀνοῖξαι μηδὲ ἐπεισενέγκαι ἄλλο | |
| σῶμα· ἐὰν δέ τις ἀνοίξει ἢ ἐπεισενέγκῃ ἢ ἀδικήσηι τὸν τάφον | |
| 5 | ἢ τὸν περίβολον ἢ τὰ περιέχοντα τῶι περιβόλωι ἢ τὰ γράμματα ἀφανίσηι |
| καθ’ ὅντινοῦν τρόπον, μήτε γῆ ἐνέγκαι αὐτῶι μήτε δένδρη καρπὸν | |
| μήτε παιδίων ὄ̣νησις εἴη, καὶ ἁμαρτω̣λὸς ἔστω εἰς τοὺς θεοὺς | |
| πάντας καὶ πάσας. |