Funerary epigram for the architect Zosimos Pomponius. Two limestone blocks belonging to a tomb.
[ ]
Lycia, E. — Arykanda — ca. mid-2nd c. AD — TAM II,3 799 — GVI I 687 — SEG 41.1341
See also:
| 1 | Ζώσιμος Εὐτυχέους Πομπώνιος ἔνθ’ Ἀρυκανδεὺς |
| τύμβον ἑαῖς παλάμαις ὃν καθορᾷς ἔκαμεν, | |
| οὐκ ἀργὸς πάτρῃ γεγενημένος, ἀλλὰ πόνοισιν | |
| λαοδόμου τέχνης εἱροσύνας τελέσας | |
| 5 | πρῶτον Ἀθηναίης [τ]εχνοδώτιδος̣, εὐσε̣β̣[ίην μ]ὲν |
| τῇδε χαριζόμενος, τῇ δὲ πάτρῃ δαπάνας· | |
| δεύτερα καὶ σεμνῆς γεραρῆς συνόδου περὶ κρατὶ | |
| τῷ πολιῷ στεφθεὶς εὐσεβίην τέλεσεν· | |
| ὃς διέβη μῆκος βιότου φιλίῃ πρὸς ἄπαντας | |
| 10 | αἰδοσύνην δ’ ἔγνω τείμιον ἠδὲ τρόπον. |
| ❦ ❦ |