Epitaph of Symadipylis and his wife, Tedimonis, with imprecation against violators of the tomb.  Limestone block.
[ ] Lycia, E. — Arykanda — Hellenistic period — SEG 44.1151
1 τοῦτον τὸν τάφον κατεσκευάσατο Συμαδί̣π̣υ̣λ̣ις̣ Σ̣υ̣ρίου αὐτῶι καὶ
τῆι γυναικὶ αὐτοῦ Τεδιμ̣όνει· ὅταν δὲ οὗτοι τ̣ι̣θ̣ῶ̣σ̣ι̣ν̣ ε̣ἰς τὸν τά-
φον, μ̣ηκ̣έ̣τ̣ι ἐξέστω μηθενὶ ἀνοῖξαι μηδὲ ἐπεισενέγκαι ἄλλο
σῶμα· ἐὰν δέ τις ἀνοίξει ἢ ἐπεισενέγκῃ ἢ ἀδικήσηι τὸν τάφον
5 ἢ τὸν περίβολον ἢ τὰ περιέχοντα τῶι περιβόλωι ἢ τὰ γράμματα ἀφανίσηι
καθ’ ὅντινοῦν τρόπον, μήτε γῆ ἐνέγκαι αὐτῶι μήτε δένδρη καρπὸν
μήτε παιδίων ὄ̣νησις εἴη, καὶ ἁμαρτω̣λὸς ἔστω εἰς τοὺς θεοὺς
πάντας καὶ πάσας.
Search Help
Contact Us