Funerary epigram for the architect Zosimos Pomponius.  Two limestone blocks belonging to a tomb.
[ ] Lycia, E. — Arykanda — ca. mid-2nd c. AD — TAM II,3 799 — GVI I 687 — SEG 41.1341
See also:
1 Ζώσιμος Εὐτυχέους Πομπώνιος ἔνθ’ Ἀρυκανδεὺς
  τύμβον ἑαῖς παλάμαις ὃν καθορᾷς ἔκαμεν,
οὐκ ἀργὸς πάτρῃ γεγενημένος, ἀλλὰ πόνοισιν
  λαοδόμου τέχνης εἱροσύνας τελέσας
5 πρῶτον Ἀθηναίης [τ]εχνοδώτιδος̣, εὐσε̣β̣[ίην μ]ὲν
  τῇδε χαριζόμενος, τῇ δὲ πάτρῃ δαπάνας·
δεύτερα καὶ σεμνῆς γεραρῆς συνόδου περὶ κρατὶ
  τῷ πολιῷ στεφθεὶς εὐσεβίην τέλεσεν·
ὃς διέβη μῆκος βιότου φιλίῃ πρὸς ἄπαντας
10   αἰδοσύνην δ’ ἔγνω τείμιον ἠδὲ τρόπον.
❦                                                           ❦
Search Help
Contact Us