Private letter. Lead lamella.
[ ]
N. Black Sea — Olbia — Berezan Isl. — ca. 550-500 BC — SEG 26.845 — BCH 123 (1999) 293-295 (B. Bravo)
See also:
face A.1 | ὦ Πρωταγόρη, ὁ πατήρ τοι ἐπιστέλλεˉ· ἀδικε͂ται |
ὑπὸ Ματασυος, δοˉλο͂ται γάρ μιγ καὶ το͂ | |
φορτηγεσίοˉ ἀπεστέρεσεν. ἐλθὼμ παρ’ Ἀναξαγό|ρην | |
ἀπήγησαι· φησὶ γὰρ αὐτὸν Ἀναξαγόρεω | |
5 | δο͂λον ἐ͂ναι μυθεόμενος· «τἄμ’ Ἀνα<ξα>γόρης ἔχεˉ, |
καὶ δόˉλοˉς καὶ δόˉλας κοἰκίας», ὁ δὲ ἀναβῶι τε | |
καὶ οὔ φησιν ἐ͂ναι οὐδὲν ἐωυτῶι τε καὶ Ματασιν {²⁶Ματασυι}²⁶, | |
καί φησιν ἐ͂ναι ἐλεόθερος καὶ οὐδὲν ἐ͂ναι εωυται {²⁶ἑωυτῶι}²⁶ | |
καὶ Ματα{τα}συ {²⁶Ματασυ}²⁶, ἐˉ δέ τι αὐτῶι κἀναξαγόρῃ, αὐτοὶ | |
10 | οἴδασι κατὰ σφᾶς αὐτόˉς. ταῦτ’ Ἀναξαγόρῃ λέγεˉν |
καὶ τῇ γυναικί. ἕτερα δέ τοι ἐπιστέλλεˉ· τὴμ μητέρα | |
καὶ τὸˉς ἀδε<λ>φεόˉς, ἔˉ ἐσσιν ἐν Ἀρβινάτηισιν, ἄγεˉν ἐς τὴμ πόλιν, | |
αὐτὸς δέ γ̣’ ὁ̣ νεοˉρὸς ἐλθὼμ παρά μιν <ἰ>θύωρα καταβήσεται. | |
face B.1 | Ἀχιλλοδώροˉ τὸ μολί- |
βδιον παρὰ τὸμ παῖδα | |
κἀναξαγόρην {²⁶Ἀναξαγόρην}²⁶. |