| frg. a.1 | ηκ[— — — — — — — — — — — — — — — τῆς μι]- |
| σθώσεω[ς. Ἡ]γήσιας [εἶπεν· καταβάλλειν δὲ τοὺς ἥκον]- | |
| τας θεωρεῖν ἀργύριο[ν τὸ τεταγμένον πλὴν ὁπό]- | |
| σοις οἱ δημόται πρ[οεδρίαν δεδώκασιν εἰς τὰς θέας]· | |
| 5 | τούτους δ’ ἀπογράψα[ι τὸν δήμαρχον πρὸς τοὺς πριαμέ]- |
| νους τὸ θέατρον· εἶν[αι δὲ προεδρίαν τοῖς ἱερεῦσιν] | |
| καὶ τῶι δημάρχωι κα[ὶ τοῖς ταμίαις καὶ τῶι κή]- | |
| ρυκι καὶ εἴ τωι ἄλλωι [δεδώκασιν οἱ δημόται] | |
| [τὴ]ν προεδρίαν· ὅσοι δ[ὲ — — — — — — — — — —] | |
| 10 | — — — — — — — — — ν̣ι̣ — — — — — — — — — — — — |
| 10a | — — — — — — — — — — — — — — — — — — — — — — — |
| frg. b.11 | [— — — — — — — — τοὺς πριαμένους τὸ θέατρο]ν πα[ρέ]- |
| [χειν τοῖς δημότα]ις ἡδ[ω]λιασμένην τὴν θέαν [κα]- | |
| [τὰ τ]ὰ πάτρια· ἐὰν δὲ μὴ ποήσωσιν κατὰ τὰς συνθ[ή]- | |
| κας τὰς περὶ τὸ θέατρον, οἰκοδομῆσαι μὲν Πειρα- | |
| 15 | έας τὰ δεόμενα, τὰ δ’ ἀναλώματα τοῖς πριαμένοις |
| εἶναι· ἐπιτιμητὰς δὲ αἱρεῖσθαι Πειραέας ὅταν πα- | |
| ραδιδῶσι τὸ θέατρον τρεῖς ἄνδρας ἐκ Πειραέων. | |
| ἀναγράψαι δὲ τὸν δήμαρχον καὶ τοὺς ταμίας ἀντί- | |
| γραφα τῶν συνθηκῶν εἰς στήλην λιθίνην καὶ στῆσα- | |
| 20 | ι ἐν τῆι ἀγορᾶι τῶν δημοτῶν· παραγράψαι δὲ καὶ τὸ |
| ὄνομα, παρ’ ὧι ἂν κείωνται αἱ συνθῆκαι. ὠνηταὶ Ἀρι- | |
| στοφάνης Σμικύθο ∶𐅅Η∶ Μελησίας Ἀριστοκράτο ∶ΧΗ | |
| Ἀρεθούσιος Ἀριστόλεω Πήληξ ∶𐅅∶ Οἰνοφῶν Εὐφι- | |
| λήτου Πειραιεύς ∶ΧΗ | |
| 25 | Καλλιάδης εἶπεν· ἐψηφίσθαι Πειραεῦσι· ἐπειδὴ Θεαῖος |
| φιλοτιμεῖται πρὸς τοὺς δημότας καὶ νῦν καὶ ἐν τῶι | |
| ἔμπροσθε χρόνωι καὶ πεπόηκεν τριακοσίαις δρα- | |
| χμαῖς πλέον εὑρεῖν τὸ θέατρον, στεφανῶσαι αὐτ- | |
| ὸν θαλλο͂ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιο- | |
| 30 | σύνης τῆς εἰς τοὺς δημότας· στεφανῶσαι δὲ |
| καὶ τοὺς πριαμένους τὸ θέατρον Ἀριστοφάνην | |
| Πειραέα, Μελησίαν Λαμπτρέα, Οἰνοφῶντα | |
| Πειραιέα, Ἀρεθούσιον Πήληκα. |
IG II²
1176