[ ] Att. — non-stoich. — c. 360 a.
frg. a.1 ηκ[— — — — — — — — — — — — — — — τῆς μι]-
σθώσεω[ς. Ἡ]γήσιας [εἶπεν· καταβάλλειν δὲ τοὺς ἥκον]-
τας θεωρεῖν ἀργύριο[ν τὸ τεταγμένον πλὴν ὁπό]-
σοις οἱ δημόται πρ[οεδρίαν δεδώκασιν εἰς τὰς θέας]·
5 τούτους δ’ ἀπογράψα[ι τὸν δήμαρχον πρὸς τοὺς πριαμέ]-
νους τὸ θέατρον· εἶν[αι δὲ προεδρίαν τοῖς ἱερεῦσιν]
καὶ τῶι δημάρχωι κα[ὶ τοῖς ταμίαις καὶ τῶι κή]-
ρυκι καὶ εἴ τωι ἄλλωι [δεδώκασιν οἱ δημόται]
[τὴ]ν προεδρίαν· ὅσοι δ[ὲ — — — — — — — — — —]
10 — — — — — — — — — ν̣ι̣ — — — — — — — — — — — —
10a — — — — — — — — — — — — — — — — — — — — — — —
frg. b.11 [— — — — — — — — τοὺς πριαμένους τὸ θέατρο]ν πα[ρέ]-
[χειν τοῖς δημότα]ις ἡδ[ω]λιασμένην τὴν θέαν [κα]-
[τὰ τ]ὰ πάτρια· ἐὰν δὲ μὴ ποήσωσιν κατὰ τὰς συνθ[ή]-
κας τὰς περὶ τὸ θέατρον, οἰκοδομῆσαι μὲν Πειρα-
15 έας τὰ δεόμενα, τὰ δ’ ἀναλώματα τοῖς πριαμένοις
εἶναι· ἐπιτιμητὰς δὲ αἱρεῖσθαι Πειραέας ὅταν πα-
ραδιδῶσι τὸ θέατρον τρεῖς ἄνδρας ἐκ Πειραέων.
ἀναγράψαι δὲ τὸν δήμαρχον καὶ τοὺς ταμίας ἀντί-
γραφα τῶν συνθηκῶν εἰς στήλην λιθίνην καὶ στῆσα-
20 ι ἐν τῆι ἀγορᾶι τῶν δημοτῶν· παραγράψαι δὲ καὶ τὸ
ὄνομα, παρ’ ὧι ἂν κείωνται αἱ συνθῆκαι. ὠνηταὶ Ἀρι-
στοφάνης Σμικύθο ∶𐅅Η∶ Μελησίας Ἀριστοκράτο ∶ΧΗ
Ἀρεθούσιος Ἀριστόλεω Πήληξ ∶𐅅∶ Οἰνοφῶν Εὐφι-
λήτου Πειραιεύς ∶ΧΗ
25 Καλλιάδης εἶπεν· ἐψηφίσθαι Πειραεῦσι· ἐπειδὴ Θεαῖος
φιλοτιμεῖται πρὸς τοὺς δημότας καὶ νῦν καὶ ἐν τῶι
ἔμπροσθε χρόνωι καὶ πεπόηκεν τριακοσίαις δρα-
χμαῖς πλέον εὑρεῖν τὸ θέατρον, στεφανῶσαι αὐτ-
ὸν θαλλο͂ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιο-
30 σύνης τῆς εἰς τοὺς δημότας· στεφανῶσαι δὲ
καὶ τοὺς πριαμένους τὸ θέατρον Ἀριστοφάνην
Πειραέα, Μελησίαν Λαμπτρέα, Οἰνοφῶντα
Πειραιέα, Ἀρεθούσιον Πήληκα.
Search Help
Contact Us