Decree of Nakone concerning the reconciliation of rival factions. Bronze tablet with triangular pediment.
[ ]
Sikelia — Nakone — 254-241 BC? — SEG 30.1119; cf. 32.914; 34.934; 40.785; 51.1185; 53.992 — IGDS 206 — ASNP 6,1 (2001) 5-6 (add. readings)
| 1 | ἐπὶ Λευκίου τοῦ Καισίου καὶ Φιλωνίδα Φιλ̣[— — —], |
| Ἀδωνίου τετάρται ἱσταμένου. ἔδοξε | |
| τᾶι ἁλίαι καθὰ καὶ τᾶι βουλᾶι· ἐπειδὴ τᾶς | |
| τύχας καλῶς προαγημένας διώρθωται τὰ κοιν̣ὰ̣ | |
| 5 | τῶν Νακωναίων̣, συμφέρει δὲ καὶ ἐς τὸν λοιπὸν χρόνον ὁμον[ο]- |
| οῦντας πολιτεύεσθαι, πρέσβεις τε Ἐγεσταίων παργεναθέν- | |
| τες Ἀπέλλιχος Ἀλ̣είδα, Ἀττικὸς Πίστωνος, Διονύσιος Δεκ[ί]- | |
| ου ὑπὲρ τῶν κοινᾶι συμφερόντ̣ω‵ν π′ᾶσι τοῖς πολίταις συνεβο[ύ]- | |
| λευσαν, δεδόχθαι τοῦ Ἀδωνίου τᾶι τετάρται ἱσταμένου ἁλ̣ίαν̣ | |
| 10 | τῶμ πολιτᾶν̣ συναγαγεῖν, καὶ ὅσσοις ἁ διαφορὰ τῶμ πολιτᾶν̣ |
| γέγονε ὑπὲρ τῶν κοινῶν ἀγωνιζομένοις ἀνακληθέντας ἐς | |
| τὰν ἁλίαν διάλυσιν ποιήσασθαι αὐτοὺς ποτ’ αὐτοὺς προγρα- | |
| φέντας ἑκατέρων τριάκοντα. οἱ δὲ ‵ὑ̣π′ενάντιοι γεγονότες ἐν | |
| τοῖς ἔμπροσθεν χρόνοις ἑκάτεροι ἑκατέρων προγραψάντω. οἱ δὲ | |
| 15 | ἄρχοντες τὰ ὀνόματα κλαρογραφήσαντες χωρ̣ὶς ἑκατέ- |
| ρων ἐμβαλόντες ἐς ὑδρίας δυόω κλαρώντων ἕνα ἐξ ἑκα- | |
| τέρων, καὶ ἐκ τῶν λοι[π]ῶν πολιτᾶν ποτικλαρώντω τρεῖς | |
| πὸτ τοὺς δύο ἔξω τᾶν ἀγχιστει̣ᾶν {²⁷ἀγχιστε[ι]ᾶν}²⁷ ἇν ὁ νόμος ἐκ τῶν δ̣ικασ- | |
| τηρίων μεθίστασθαι κέλεται. καὶ ἐς τὸν αὐτῶντα οἱ συν- | |
| 20 | λαχόντες ἀδελφοὶ αἱρετοὶ ὁμονοοῦντες ἀλ‵λ̣′ά<λ>οις με- |
| τὰ πάσας δικαιότατος καὶ φιλίας. ἐπεὶ δέ κα οἱ | |
| ἑξήκο<ν>τα πάντες κλᾶροι <ἀ>ερθέωντι καὶ οἱ ποτὶ | |
| τούτους συλλαχόντες, τοὺς λοιποὺς πολίτας | |
| πάντας κατὰ πέντε συγκλαρώντω, μὴ συγκλα- | |
| 25 | ρ̣ῶντες τὰς ἀγχιστείας καθὰ γ̣έγραπται, καὶ ἐς |
| τὸν αὐτῶντα ἀδελφοὶ καὶ οὗτοι καθὰ [κ]αὶ τοῖς ἔμπροσ- | |
| θεν αὐτοῖστα συνλελογχότες. οἱ δὲ ἱερομνάμονες τᾶι θ̣υ̣σ[ί]αι | |
| θυόντω αἶ̣γα λευκάν, καὶ τὰ ποτὶ τὰν θ̣υσίαν ὅσων χρεία ἐστὶ | |
| ὁ ταμίας παρεχέτω. ὁμοίως δὲ καὶ αἱ κατὰ πόδας ἀρχαὶ | |
| 30 | πᾶσαι θυόντω καθ’ ἕ̣καστον ἐνιαυτὸν ταύται τᾶι ἁμέραι τοῖ[ς] |
| γενετόρεσσι καὶ τᾶι Ὁμονοί̣αι ἱερεῖον ἑκατέροις ὅ κα δοκιμάζων- | |
| τι, καὶ οἱ πολῖται πάντες ἑορταζόντω παρ’ ἀλλάλοις | |
| κατὰ τὰ‵ς ἀ̣′δελφοθετίας. τὸ δὲ ἁλίασμα τόδε κολαψάμε- | |
| νοι οἱ ἄρχοντ<ε>ς ἐς χάλκωμα ἐς τὸ πρόναον τοῦ Διὸς τοῦ Ὀλυμπίο̣[υ] | |
| 35 | ἀναθ̣έντω. |