Proxeny decree of Entella for Tiberius Claudius of Antium. Bronze tablet with triangular pediment; a representation of a helmet with three plumes incised in the middle of lines 1-3.
[ ]
Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 30.1120; cf. 32.914; 40.785; 47.1418; 51.1185; 53.992 — IGDS 207 — ASNP 6,1 (2001) 4 (add. reading)
| 1 | ἐπὶ ἀρχόντων Κίπου τοῦ Σωίου καὶ |
| Θεοδώρου τοῦ Μάμου, Εὐμενι- | |
| δείου τριακάδι. ἔδοξε τᾶι βουλᾶι· | |
| ἐπειδὴ Τεβέριος Κλαύδιος Γαίου υἱὸς Ἀν- | |
| 5 | τιάτας ἐπιμελητὰς ταχθεὶς εἰς τὰμ πόλιν |
| τὰν ἁμὰν πολλὰς καὶ μεγάλας χρείας παρί- | |
| σχηται τῶι κοινῶι καὶ γεγόνει ἀνὴρ ἀγαθὸς | |
| εἰς τὸν συνοικισμὸν τᾶς πόλιος κατὰ πάν- | |
| τα καιρόν, v δεδόχθαι πρόξενον εἴμειν | |
| 10 | αὐτὸν καὶ τὰ τέκνα αὐτοῦ τοῦ δάμου τῶν |
| Ἐντελλίνων, ὅπως καὶ οἱ λοιποὶ ἐπίσταν- | |
| ται ὅτι δύναται ὁ δᾶμος ὁ ἁμὸς καταξίας | |
| τὰς χάριτας ἀποδιδόμειν τοῖς ἄνδρεσ- | |
| σι τοῖς ἀγαθοῖς. τὸ δὲ ἁλίασμα τοῦτο οἱ ἄρ- | |
| 15 | χοντες γράψαντες ἐς χάλκωμα ἀνα- |
| θέντω εἰς τὸ βουλευτήριον. ἔδοξε τᾶι | |
| ἁλίαι Εὐερνείου τετάρται ἱσταμένου. |