7
|
ἐπειδὴ Τίτος Στατείλιος Τιμοκράτης ἀνὴρ ἀξιόλογος
|
|
καὶ τοῦ πρώτου τάγματος ἅπαντι τῶι προβεβιωμένῳ σεμνῶς
|
|
καὶ θαυμαστῶς βίωι κάλλιστον πολείτευμα ἐ̣π̣[ο]λιτε̣[ύσατο, αἱρ]εθεὶς δ[ὲ]
|
10
|
γραμματεὺς μετὰ τὸ τὴν ἐλευθερίαν ἡμεῖν ἀποδοθῆναι μ[ε]γά[λ]ων ἐ[ν μ]ηκίστοις
|
|
χρόνοις ἐπιπονωτάτων ἅμα καὶ σφαλερωτάτων καιρῶν πόνους καὶ θεραπ[εί]ας ὑπέσ-
|
|
τη ἑνὸς μὲν ἀνδρὸς μείζονας, ἑνὸς δ’ ἐνιαυτοῦ πλείονας, δι’ ὧν πολυπάθειαν κα-
|
|
λῶς διέθηκεν ἡμᾶς καὶ τὰ τῆς ἐλευθερίας ἔτι πλανώμενα κατεστήσατο β[έ]βαια· διὰ δὴ
|
|
πάντα ταῦτα ἔδοξε τῶι Παναχαϊκῶι συνεδρίωι ἐπαινέσαι τὸν ἄνδρα καὶ ἀναστῆσαι
|
15
|
αὐτοῦ χαλκᾶς εἰκόνας ἔν τε τοῖς πανηγυριστηρίοις τῶν ἱερῶν ἀγώνων καὶ ἐν τῶι τοῦ Ἀμαρίου Διὸς
|
|
[τεμ]ένει καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶι, ἐπιγραφὴν ἐχούσας· v "Ἀχαιοὶ καὶ Βοιωτοὶ
|
|
[καὶ Φω]κεῖς καὶ Εὐβοεῖς καὶ Λοκροὶ καὶ Δωριεῖς Τίτον Στατείλιον Τειμοκράτη γραμματέα
|
|
[αὐτῶν] γενόμενον ἀρετῆς ἕνεκα".
|