[ ] Epidauria — Epidauros — ca. 34/35 AD
7 ἐπειδὴ Τίτος Στατείλιος Τιμοκράτης ἀνὴρ ἀξιόλογος
καὶ τοῦ πρώτου τάγματος ἅπαντι τῶι προβεβιωμένῳ σεμνῶς
καὶ θαυμαστῶς βίωι κάλλιστον πολείτευμα ἐ̣[ποιήσατο καὶ αἱρε]θεὶς
10 γραμματεὺς μετὰ τὸ τὴν ἐλευθερίαν ἡμεῖν ἀποδοθῆναι μ[ε]γ[αλοψύχως ἐν]
χρόνοις ἐπιπονωτάτων ἅμα καὶ σφαλερωτάτων καιρῶν πόνο[υς τε κ]αὶ θερα[πείας ὑπέσ]-
τη ἑνὸς μὲν ἀνδρὸς μείζονας, ἑνὸς δ’ ἐνιαυτ[ο]ῦ πλ[είο]νας, δι’ ὧν πολλά[κις καὶ] κα-
λῶς διέθηκεν ἡμᾶς καὶ τὰ τῆς ἐλευθερίας ἔτι πλανώμενα καταστή[μ]α[τα]· δ[ι]
πάντα ταῦτα ἔδοξε τῶι Παναχαϊκῶι συνεδρίωι ἐπαινέσαι τὸν ἄνδρα καὶ ἀναστῆσαι
15 αὐτοῦ χαλκᾶς εἰκόνας ἔν τε τοῖς πανηγυρισ̣τηρίοις τῶν Πα[ναχαιῶν ἔν τε τῶι — —]
[τεμ]ένει καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶι, ἐπιγρα[φὴν ἐχούσας· "Ἀχαιοὶ καὶ Βοιωτοὶ]
[καὶ Φω]κεῖς καὶ Εὐβοεῖς καὶ Λοκροὶ καὶ Δωριεῖς Τίτον Στατείλιον Τειμοκράτη [γραμματέα]
[αὐτῶν γεν]όμενον ἀρετῆς ἕνεκα".
Search Help
Contact Us