[ ] Epidauria — Epidauros: Asklepieion — ca. 34/35 AD — IG IV²,1 81, ll. 7-18
See also:
7 ἐπειδὴ Τίτος Στατείλιος Τιμοκράτης ἀνὴρ ἀξιόλογος
καὶ τοῦ πρώτου τάγματος ἅπαντι τῶι προβεβιωμένῳ σεμνῶς
καὶ θαυμαστῶς βίωι κάλλιστον πολείτευμα ἐ̣π̣[ο]λιτε̣[ύσατο, αἱρ]εθεὶς δ[ὲ]
10 γραμματεὺς μετὰ τὸ τὴν ἐλευθερίαν ἡμεῖν ἀποδοθῆναι μ[ε]γά[λ]ων ἐ[ν μ]ηκίστοις
χρόνοις ἐπιπονωτάτων ἅμα καὶ σφαλερωτάτων καιρῶν πόνους καὶ θεραπ[εί]ας ὑπέσ-
τη ἑνὸς μὲν ἀνδρὸς μείζονας, ἑνὸς δ’ ἐνιαυτοῦ πλείονας, δι’ ὧν πολυπάθειαν κα-
λῶς διέθηκεν ἡμᾶς καὶ τὰ τῆς ἐλευθερίας ἔτι πλανώμενα κατεστήσατο β[έ]βαια· διὰ δὴ
πάντα ταῦτα ἔδοξε τῶι Παναχαϊκῶι συνεδρίωι ἐπαινέσαι τὸν ἄνδρα καὶ ἀναστῆσαι
15 αὐτοῦ χαλκᾶς εἰκόνας ἔν τε τοῖς πανηγυριστηρίοις τῶν ἱερῶν ἀγώνων καὶ ἐν τῶι τοῦ Ἀμαρίου Διὸς
εμ]ένει καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶι, ἐπιγραφὴν ἐχούσας· v "Ἀχαιοὶ καὶ Βοιωτοὶ
[καὶ Φω]κεῖς καὶ Εὐβοεῖς καὶ Λοκροὶ καὶ Δωριεῖς Τίτον Στατείλιον Τειμοκράτη γραμματέα
[αὐτῶν] γενόμενον ἀρετῆς ἕνεκα".
Search Help
Contact Us