| 7 | ἐπειδὴ Τίτος Στατείλιος Τιμοκράτης ἀνὴρ ἀξιόλογος |
| καὶ τοῦ πρώτου τάγματος ἅπαντι τῶι προβεβιωμένῳ σεμνῶς | |
| καὶ θαυμαστῶς βίωι κάλλιστον πολείτευμα ἐ̣π̣[ο]λιτε̣[ύσατο, αἱρ]εθεὶς δ[ὲ] | |
| 10 | γραμματεὺς μετὰ τὸ τὴν ἐλευθερίαν ἡμεῖν ἀποδοθῆναι μ[ε]γά[λ]ων ἐ[ν μ]ηκίστοις |
| χρόνοις ἐπιπονωτάτων ἅμα καὶ σφαλερωτάτων καιρῶν πόνους καὶ θεραπ[εί]ας ὑπέσ- | |
| τη ἑνὸς μὲν ἀνδρὸς μείζονας, ἑνὸς δ’ ἐνιαυτοῦ πλείονας, δι’ ὧν πολυπάθειαν κα- | |
| λῶς διέθηκεν ἡμᾶς καὶ τὰ τῆς ἐλευθερίας ἔτι πλανώμενα κατεστήσατο β[έ]βαια· διὰ δὴ | |
| πάντα ταῦτα ἔδοξε τῶι Παναχαϊκῶι συνεδρίωι ἐπαινέσαι τὸν ἄνδρα καὶ ἀναστῆσαι | |
| 15 | αὐτοῦ χαλκᾶς εἰκόνας ἔν τε τοῖς πανηγυριστηρίοις τῶν ἱερῶν ἀγώνων καὶ ἐν τῶι τοῦ Ἀμαρίου Διὸς |
| [τεμ]ένει καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶι, ἐπιγραφὴν ἐχούσας· v "Ἀχαιοὶ καὶ Βοιωτοὶ | |
| [καὶ Φω]κεῖς καὶ Εὐβοεῖς καὶ Λοκροὶ καὶ Δωριεῖς Τίτον Στατείλιον Τειμοκράτη γραμματέα | |
| [αὐτῶν] γενόμενον ἀρετῆς ἕνεκα". |